< Προς Κορινθιους Α΄ 3 >
1 Κἀγώ, ἀδελφοί, οὐκ ἠδυνήθην λαλῆσαι ὑμῖν ὡς πνευματικοῖς, ἀλλʼ ὡς σαρκίνοις, ὡς νηπίοις ἐν ˚Χριστῷ.
και εγω αδελφοι ουκ ηδυνηθην υμιν λαλησαι ωσ πνευματικοισ αλλ ωσ σαρκικοισ ωσ νηπιοισ εν χριστω
2 Γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα, οὔπω γὰρ ἐδύνασθε. Ἀλλʼ οὐδὲ ἔτι νῦν δύνασθε,
γαλα υμασ εποτισα και ου βρωμα ουπω γαρ εδυνασθε αλλ ουτε ετι νυν δυνασθε
3 ἔτι γὰρ σαρκικοί ἐστε. Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
ετι γαρ σαρκικοι εστε οπου γαρ εν υμιν ζηλοσ και ερισ και διχοστασιαι ουχι σαρκικοι εστε και κατα ανθρωπον περιπατειτε
4 Ὅταν γὰρ λέγῃ τις, “Ἐγὼ” μέν “εἰμι Παύλου”, ἕτερος δέ, “Ἐγὼ Ἀπολλῶ”, οὐκ ἄνθρωποί ἐστε;
οταν γαρ λεγη τισ εγω μεν ειμι παυλου ετεροσ δε εγω απολλω ουχι σαρκικοι εστε
5 Τί οὖν ἐστιν Ἀπολλῶς; Τί δέ ἐστιν Παῦλος; Διάκονοι διʼ ὧν ἐπιστεύσατε, καὶ ἑκάστῳ ὡς ὁ ˚Κύριος ἔδωκεν.
τισ ουν εστιν παυλοσ τισ δε απολλωσ αλλ η διακονοι δι ων επιστευσατε και εκαστω ωσ ο κυριοσ εδωκεν
6 Ἐγὼ ἐφύτευσα, Ἀπολλῶς ἐπότισεν, ἀλλὰ ὁ ˚Θεὸς ηὔξανεν.
εγω εφυτευσα απολλωσ εποτισεν αλλ ο θεοσ ηυξανεν
7 Ὥστε οὔτε ὁ φυτεύων ἐστίν τι, οὔτε ὁ ποτίζων, ἀλλʼ ὁ αὐξάνων, ˚Θεός.
ωστε ουτε ο φυτευων εστιν τι ουτε ο ποτιζων αλλ ο αυξανων θεοσ
8 Ὁ φυτεύων δὲ, καὶ ὁ ποτίζων, ἕν εἰσιν, ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήμψεται, κατὰ τὸν ἴδιον κόπον.
ο φυτευων δε και ο ποτιζων εν εισιν εκαστοσ δε τον ιδιον μισθον ληψεται κατα τον ιδιον κοπον
9 ˚Θεοῦ γάρ ἐσμεν συνεργοί· ˚Θεοῦ γεώργιον, ˚Θεοῦ οἰκοδομή ἐστε.
θεου γαρ εσμεν συνεργοι θεου γεωργιον θεου οικοδομη εστε
10 Κατὰ τὴν χάριν τοῦ ˚Θεοῦ τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον ἔθηκα, ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω, πῶς ἐποικοδομεῖ.
κατα την χαριν του θεου την δοθεισαν μοι ωσ σοφοσ αρχιτεκτων θεμελιον τεθεικα αλλοσ δε εποικοδομει εκαστοσ δε βλεπετω πωσ εποικοδομει
11 Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι, παρὰ τὸν κείμενον, ὅς ἐστιν ˚Ἰησοῦς ˚Χριστός.
θεμελιον γαρ αλλον ουδεισ δυναται θειναι παρα τον κειμενον οσ εστιν ιησουσ χριστοσ
12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον χρυσίον, ἀργύριον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην,
ει δε τισ εποικοδομει επι τον θεμελιον τουτον χρυσον αργυρον λιθουσ τιμιουσ ξυλα χορτον καλαμην
13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται, ἡ γὰρ ἡμέρα δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστιν, τὸ πῦρ αὐτὸ δοκιμάσει.
εκαστου το εργον φανερον γενησεται η γαρ ημερα δηλωσει οτι εν πυρι αποκαλυπτεται και εκαστου το εργον οποιον εστιν το πυρ δοκιμασει
14 Εἴ τινος τὸ ἔργον μενεῖ, ὃ ἐποικοδόμησεν, μισθὸν λήμψεται.
ει τινοσ το εργον μενει ο εποικοδομησεν μισθον ληψεται
15 Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός.
ει τινοσ το εργον κατακαησεται ζημιωθησεται αυτοσ δε σωθησεται ουτωσ δε ωσ δια πυροσ
16 Οὐκ οἴδατε ὅτι ναὸς ˚Θεοῦ ἐστε, καὶ τὸ ˚Πνεῦμα τοῦ ˚Θεοῦ οἰκεῖ ἐν ὑμῖν;
ουκ οιδατε οτι ναοσ θεου εστε και το πνευμα του θεου οικει εν υμιν
17 Εἴ τις τὸν ναὸν τοῦ ˚Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ ˚Θεός· ὁ γὰρ ναὸς τοῦ ˚Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.
ει τισ τον ναον του θεου φθειρει φθερει τουτον ο θεοσ ο γαρ ναοσ του θεου αγιοσ εστιν οιτινεσ εστε υμεισ
18 Μηδεὶς ἑαυτὸν ἐξαπατάτω· εἴ τις δοκεῖ σοφὸς εἶναι ἐν ὑμῖν ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. (aiōn )
μηδεισ εαυτον εξαπατατω ει τισ δοκει σοφοσ ειναι εν υμιν εν τω αιωνι τουτω μωροσ γενεσθω ινα γενηται σοφοσ (aiōn )
19 Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου, μωρία παρὰ τῷ ˚Θεῷ ἐστιν. Γέγραπται γάρ, “Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν.”
η γαρ σοφια του κοσμου τουτου μωρια παρα τω θεω εστιν γεγραπται γαρ ο δρασσομενοσ τουσ σοφουσ εν τη πανουργια αυτων
20 Καὶ πάλιν, “˚Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶν μάταιοι.”
και παλιν κυριοσ γινωσκει τουσ διαλογισμουσ των σοφων οτι εισιν ματαιοι
21 Ὥστε μηδεὶς καυχάσθω ἐν ἀνθρώποις· πάντα γὰρ ὑμῶν ἐστιν,
ωστε μηδεισ καυχασθω εν ανθρωποισ παντα γαρ υμων εστιν
22 εἴτε Παῦλος, εἴτε Ἀπολλῶς, εἴτε Κηφᾶς, εἴτε κόσμος, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ὑμῶν,
ειτε παυλοσ ειτε απολλωσ ειτε κηφασ ειτε κοσμοσ ειτε ζωη ειτε θανατοσ ειτε ενεστωτα ειτε μελλοντα παντα υμων εστιν
23 ὑμεῖς δὲ ˚Χριστοῦ, ˚Χριστὸς δὲ ˚Θεοῦ.
υμεισ δε χριστου χριστοσ δε θεου