< Προς Κορινθιους Α΄ 13 >
1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.
For if I speak with the tongues of men and angels, and have not charity, I am but as sounding brass, or a tinkling cymbal.
2 Κἂν ἔχω προφητείαν, καὶ εἰδῶ τὰ μυστήρια πάντα, καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι.
And though I have the gift of prophecy, and am acquainted with all mysteries, and all knowledge: yea if I have faith, even. to remove mountains, and have not charity, I am nothing.
3 Κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ παραδῶ τὸ σῶμά μου, ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.
And though I give all my substance to feed the poor, and my body to be burnt, and have not charity, I am nothing profited.
4 Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ ζηλοῖ· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
Charity beareth long, and is kind; charity envieth not; charity is not insolent, is not puffed up,
5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
doth not behave indecently, is not selfish, is not easily provoked,
6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ,
suspecteth no evil, rejoiceth not at injustice, but rejoiceth in the truth:
7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
covereth all faults, believeth all things, hopeth all things, endureth all things.
8 Ἡ ἀγάπη οὐδέποτε πίπτει. Εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται.
Charity never faileth: but as to prophecies, they shall be abolished; or tongues, they shall cease; or knowledge, it shall be laid aside.
9 Ἐκ μέρους γὰρ γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν·
For now we know but in part, and we prophesy but in part.
10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται.
But when that which is perfect shall come, then that which is defective shall be laid aside.
11 Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
When I was a child, I spake as a child, I thought like a child, I reasoned as a child: but when I became a man, I laid aside childish things.
12 Βλέπομεν γὰρ ἄρτι διʼ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.
For we see now as through a mirror obscurely: but then we shall see face to face. Now I know but in part, but then I shall know even as I am known.
13 Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα, μείζων δὲ τούτων ἡ ἀγάπη.
And now abideth faith, hope, love, these three graces; but the greatest of these is love.