< Προς Κορινθιους Α΄ 1 >
1 Παῦλος, κλητὸς ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, καὶ Σωσθένης, ὁ ἀδελφὸς,
Paul, called to be an apostle of Christ Jesus by the will of God, and our brother Sosthenes,
2 τῇ ἐκκλησίᾳ τοῦ ˚Θεοῦ, ἡγιασμένοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ, τῇ οὔσῃ ἐν Κορίνθῳ, κλητοῖς ἁγίοις, σὺν πᾶσιν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἐν παντὶ τόπῳ, αὐτῶν καὶ ἡμῶν:
To the church of God in Corinth, to those sanctified in Christ Jesus and called to be holy, together with all those everywhere who call on the name of our Lord Jesus Christ, their Lord and ours:
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
Grace and peace to you from God our Father and the Lord Jesus Christ.
4 Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ ˚Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
I always thank my God for you because of the grace He has given you in Christ Jesus.
5 ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει,
For in Him you have been enriched in every way, in all speech and all knowledge,
6 καθὼς τὸ μαρτύριον τοῦ ˚Χριστοῦ ἐβεβαιώθη ἐν ὑμῖν,
because our testimony about Christ was confirmed in you.
7 ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι ἐν μηδενὶ χαρίσματι, ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ,
Therefore you do not lack any spiritual gift as you eagerly await the revelation of our Lord Jesus Christ.
8 ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους, ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ.
He will sustain you to the end, so that you will be blameless on the day of our Lord Jesus Christ.
9 Πιστὸς ὁ ˚Θεὸς, διʼ οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ Υἱοῦ αὐτοῦ, ˚Ἰησοῦ ˚Χριστοῦ, τοῦ ˚Κυρίου ἡμῶν.
God, who has called you into fellowship with His Son Jesus Christ our Lord, is faithful.
10 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ ὀνόματος τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες, καὶ μὴ ᾖ ἐν ὑμῖν σχίσματα, ἦτε δὲ κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ ἐν τῇ αὐτῇ γνώμῃ.
I appeal to you, brothers, in the name of our Lord Jesus Christ, that all of you agree together, so that there may be no divisions among you and that you may be united in mind and conviction.
11 Ἐδηλώθη γάρ μοι περὶ ὑμῶν, ἀδελφοί μου, ὑπὸ τῶν Χλόης, ὅτι ἔριδες ἐν ὑμῖν εἰσιν.
My brothers, some from Chloe’s household have informed me that there are quarrels among you.
12 Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν λέγει, “Ἐγὼ” μέν “εἰμι Παύλου”, “Ἐγὼ” δὲ “Ἀπολλῶ”, “Ἐγὼ” δὲ “Κηφᾶ”, “Ἐγὼ” δὲ “˚Χριστοῦ”.
What I mean is this: Individuals among you are saying, “I follow Paul,” “I follow Apollos,” “I follow Cephas,” or “I follow Christ.”
13 Μεμέρισται ὁ ˚Χριστός; Μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε;
Is Christ divided? Was Paul crucified for you? Were you baptized into the name of Paul?
14 Εὐχαριστῶ ὅτι οὐδένα ὑμῶν ἐβάπτισα, εἰ μὴ Κρίσπον καὶ Γάϊον,
I thank God that I did not baptize any of you except Crispus and Gaius,
15 ἵνα μή τις εἴπῃ ὅτι εἰς τὸ ἐμὸν ὄνομα ἐβαπτίσθητε.
so no one can say that you were baptized into my name.
16 Ἐβάπτισα δὲ καὶ τὸν Στεφανᾶ οἶκον· λοιπὸν οὐκ οἶδα εἴ τινα ἄλλον ἐβάπτισα.
Yes, I also baptized the household of Stephanas; beyond that I do not remember if I baptized anyone else.
17 Οὐ γὰρ ἀπέστειλέν με ˚Χριστὸς βαπτίζειν, ἀλλὰ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ ˚Χριστοῦ.
For Christ did not send me to baptize, but to preach the gospel, not with words of wisdom, lest the cross of Christ be emptied of its power.
18 Ὁ λόγος γὰρ ὁ τοῦ σταυροῦ, τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστίν, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις ˚Θεοῦ ἐστιν.
For the message of the cross is foolishness to those who are perishing, but to us who are being saved it is the power of God.
19 Γέγραπται γάρ, “Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω.”
For it is written: “I will destroy the wisdom of the wise; the intelligence of the intelligent I will frustrate.”
20 Ποῦ σοφός; Ποῦ γραμματεύς; Ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου; Οὐχὶ ἐμώρανεν ὁ ˚Θεὸς τὴν σοφίαν τοῦ κόσμου; (aiōn )
Where is the wise man? Where is the scribe? Where is the philosopher of this age? Has not God made foolish the wisdom of the world? (aiōn )
21 Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ ˚Θεοῦ, οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν ˚Θεόν, εὐδόκησεν ὁ ˚Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
For since in the wisdom of God the world through its wisdom did not know Him, God was pleased through the foolishness of what was preached to save those who believe.
22 Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖα αἰτοῦσιν, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν·
Jews demand signs and Greeks search for wisdom,
23 ἡμεῖς δὲ κηρύσσομεν ˚Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσιν δὲ μωρίαν,
but we preach Christ crucified, a stumbling block to Jews and foolishness to Gentiles,
24 αὐτοῖς δὲ, τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ Ἕλλησιν, ˚Χριστὸν ˚Θεοῦ δύναμιν, καὶ ˚Θεοῦ σοφίαν.
but to those who are called, both Jews and Greeks, Christ the power of God and the wisdom of God.
25 Ὅτι τὸ μωρὸν τοῦ ˚Θεοῦ, σοφώτερον τῶν ἀνθρώπων ἐστίν, καὶ τὸ ἀσθενὲς τοῦ ˚Θεοῦ, ἰσχυρότερον τῶν ἀνθρώπων.
For the foolishness of God is wiser than man’s wisdom, and the weakness of God is stronger than man’s strength.
26 Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοί, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοί, οὐ πολλοὶ εὐγενεῖς.
Brothers, consider the time of your calling: Not many of you were wise by human standards; not many were powerful; not many were of noble birth.
27 Ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ ˚Θεός, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ ˚Θεός, ἵνα καταισχύνῃ τὰ ἰσχυρά,
But God chose the foolish things of the world to shame the wise; God chose the weak things of the world to shame the strong.
28 καὶ τὰ ἀγενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα ἐξελέξατο ὁ ˚Θεός, τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ,
He chose the lowly and despised things of the world, and the things that are not, to nullify the things that are,
29 ὅπως μὴ καυχήσηται πᾶσα σὰρξ ἐνώπιον τοῦ ˚Θεοῦ.
so that no one may boast in His presence.
30 Ἐξ αὐτοῦ δὲ, ὑμεῖς ἐστε ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ ˚Θεοῦ, δικαιοσύνη τε, καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις,
It is because of Him that you are in Christ Jesus, who has become for us wisdom from God: our righteousness, holiness, and redemption.
31 ἵνα καθὼς γέγραπται, “Ὁ καυχώμενος, ἐν ˚Κυρίῳ καυχάσθω.”
Therefore, as it is written: “Let him who boasts boast in the Lord.”