< Αποκαλυψις Ιωαννου 5 >
1 και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και οπισθεν κατεσφραγισμενον σφραγισιν επτα
Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ἔσωθεν καὶ ⸀ὄπισθεν κατεσφραγισμένον σφραγῖσιν ἑπτά.
2 και ειδον αγγελον ισχυρον κηρυσσοντα φωνη μεγαλη τις εστιν αξιος ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου
καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιοςἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ;
3 και ουδεις ηδυνατο εν τω ουρανω ουδε επι της γης ουδε υποκατω της γης ανοιξαι το βιβλιον ουδε βλεπειν αυτο
καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ ⸀οὐρανῷ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό.
4 και εγω εκλαιον πολλα οτι ουδεις αξιος ευρεθη ανοιξαι και αναγνωναι το βιβλιον ουτε βλεπειν αυτο
καὶ ⸀ἐγὼἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό·
5 και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο ων εκ της φυλης ιουδα η ριζα δαβιδ ανοιξαι το βιβλιον και λυσαι τας επτα σφραγιδας αυτου
καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· Μὴ κλαῖε· ἰδοὺ ἐνίκησεν ὁ λέων ὁ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸀ἀνοῖξαιτὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ.
6 και ειδον και ιδου εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον εχον κερατα επτα και οφθαλμους επτα οι εισιν τα επτα του θεου πνευματα τα απεσταλμενα εις πασαν την γην
Καὶ εἶδον ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸςὡς ἐσφαγμένον, ⸀ἔχωνκέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵεἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοιεἰς πᾶσαν τὴν γῆν.
7 και ηλθεν και ειληφεν το βιβλιον εκ της δεξιας του καθημενου επι του θρονου
καὶ ἦλθεν καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου.
8 και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσιτεσσαρες πρεσβυτεροι επεσον ενωπιον του αρνιου εχοντες εκαστος κιθαρας και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν αι προσευχαι των αγιων
καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸀αἱπροσευχαὶ τῶν ἁγίων·
9 και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω ημας εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους
καὶ ᾄδουσιν ᾠδὴν καινὴν λέγοντες· Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ ⸀θεῷἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10 και εποιησας ημας τω θεω ημων βασιλεις και ιερεις και βασιλευσομεν επι της γης
καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείανκαὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσινἐπὶ τῆς γῆς.
11 και ειδον και ηκουσα φωνην αγγελων πολλων κυκλοθεν του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων
Καὶ εἶδον, καὶ ⸀ἤκουσαφωνὴν ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων καὶ χιλιάδες χιλιάδων,
12 λεγοντες φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν
λέγοντες φωνῇ μεγάλῃ· Ἄξιόν ἐστιν τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν ⸀καὶπλοῦτον καὶ σοφίαν καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.
13 και παν κτισμα ο εστιν εν τω ουρανω και εν τη γη και υποκατω της γης και επι της θαλασσης α εστιν και τα εν αυτοις παντα ηκουσα λεγοντας τω καθημενω επι του θρονου και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων (aiōn )
καὶ πᾶν κτίσμα ὃ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτω τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα ἤκουσα λέγοντας· Τῷ καθημένῳ ἐπὶ ⸂τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων (aiōn )
14 και τα τεσσαρα ζωα ελεγον αμην και οι εικοσιτεσσαρες πρεσβυτεροι επεσαν και προσεκυνησαν ζωντι εις τους αιωνας των αιωνων
καὶ τὰ τέσσαρα ζῷα ⸀ἔλεγον Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσαν καὶ προσεκύνησαν.