< Προς Κολοσσαεις 3 >
1 ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστος εστιν εν δεξια του θεου καθημενος
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
2 τα ανω φρονειτε μη τα επι της γης
τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς,
3 απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω
ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
4 οταν ο χριστος φανερωθη η ζωη ημων τοτε και υμεις συν αυτω φανερωθησεσθε εν δοξη
ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ⸀ὑμῶν τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
5 νεκρωσατε ουν τα μελη υμων τα επι της γης πορνειαν ακαθαρσιαν παθος επιθυμιαν κακην και την πλεονεξιαν ητις εστιν ειδωλολατρεια
Νεκρώσατε οὖν τὰ ⸀μέλητὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
6 δι α ερχεται η οργη του θεου επι τους υιους της απειθειας
διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ⸂ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·
7 εν οις και υμεις περιεπατησατε ποτε οτε εζητε εν αυτοις
ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν ⸀τούτοις
8 νυνι δε αποθεσθε και υμεις τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματος υμων
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
9 μη ψευδεσθε εις αλληλους απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταις πραξεσιν αυτου
μὴ ψεύδεσθε εἰς ἀλλήλους· ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
10 και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εις επιγνωσιν κατ εικονα του κτισαντος αυτον
καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
11 οπου ουκ ενι ελλην και ιουδαιος περιτομη και ακροβυστια βαρβαρος σκυθης δουλος ελευθερος αλλα τα παντα και εν πασιν χριστος
ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ ⸀τὰπάντα καὶ ἐν πᾶσιν Χριστός.
12 ενδυσασθε ουν ως εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμων χρηστοτητα ταπεινοφροσυνην πραοτητα μακροθυμιαν
Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν,
13 ανεχομενοι αλληλων και χαριζομενοι εαυτοις εαν τις προς τινα εχη μομφην καθως και ο χριστος εχαρισατο υμιν ουτως και υμεις
ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ ⸀κύριοςἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·
14 επι πασιν δε τουτοις την αγαπην ητις εστιν συνδεσμος της τελειοτητος
ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ⸀ὅἐστιν σύνδεσμος τῆς τελειότητος.
15 και η ειρηνη του θεου βραβευετω εν ταις καρδιαις υμων εις ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε
καὶ ἡ εἰρήνη τοῦ ⸀Χριστοῦβραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
16 ο λογος του χριστου ενοικειτω εν υμιν πλουσιως εν παση σοφια διδασκοντες και νουθετουντες εαυτους ψαλμοις και υμνοις και ωδαις πνευματικαις εν χαριτι αδοντες εν τη καρδια υμων τω κυριω
ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ⸀ψαλμοῖς ⸀ὕμνοις ᾠδαῖς πνευματικαῖς ⸀ἐνχάριτι, ᾄδοντες ἐν ⸂ταῖς καρδίαις ὑμῶν τῷ ⸀θεῷ
17 και παν ο τι αν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντες τω θεω και πατρι δι αυτου
καὶ πᾶν ⸂ὅ τι ⸀ἐὰνποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ ⸀θεῷπατρὶ διʼ αὐτοῦ.
18 αι γυναικες υποτασσεσθε τοις ιδιοις ανδρασιν ως ανηκεν εν κυριω
Αἱ γυναῖκες, ὑποτάσσεσθε ⸀τοῖςἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
19 οι ανδρες αγαπατε τας γυναικας και μη πικραινεσθε προς αυτας
οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
20 τα τεκνα υπακουετε τοις γονευσιν κατα παντα τουτο γαρ εστιν ευαρεστον τω κυριω
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ ⸂εὐάρεστόν ἐστιν ἐν κυρίῳ.
21 οι πατερες μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν
οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
22 οι δουλοι υπακουετε κατα παντα τοις κατα σαρκα κυριοις μη εν οφθαλμοδουλειαις ως ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιας φοβουμενοι τον θεον
οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ⸀ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν ⸀κύριον
23 και παν ο τι εαν ποιητε εκ ψυχης εργαζεσθε ως τω κυριω και ουκ ανθρωποις
⸀ὃἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
24 ειδοτες οτι απο κυριου αποληψεσθε την ανταποδοσιν της κληρονομιας τω γαρ κυριω χριστω δουλευετε
εἰδότες ὅτι ἀπὸ κυρίου ⸀ἀπολήμψεσθετὴν ἀνταπόδοσιν τῆς κληρονομίας· ⸀τῷκυρίῳ Χριστῷ δουλεύετε·
25 ο δε αδικων κομιειται ο ηδικησεν και ουκ εστιν προσωποληψια
ὁ ⸀γὰρἀδικῶν κομίσεται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.