< Προς Τιτον 3 >
1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς (καὶ *k*) ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι,
Remind them to subordinate themselves to rulers and authorities, to be obedient, to be ready for every good work,
2 μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους.
to slander no one, to be peaceable, gentle, demonstrating true humility to all men.
3 ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλήλους.
Because we ourselves were also foolish at one time, disobedient, being deceived, being enslaved to various lusts and pleasures, living in malice and envy, detestable, hating one another.
4 Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ,
But when the kindness of our Savior God and His love toward mankind manifested itself,
5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ (ἃ *N(k)O*) ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ (τὸ *N(k)O*) αὐτοῦ (ἔλεος *N(k)O*) ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου
He saved us—not because of righteous deeds that we ourselves had done but according to His mercy, by means of the bath of regeneration and renewal by the Holy Spirit,
6 οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
whom He poured out on us abundantly through Jesus Christ our Savior,
7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι (γενηθῶμεν *N(k)O*) κατ᾽ ἐλπίδα ζωῆς αἰωνίου. (aiōnios )
so that having been justified by His grace we might become heirs according to the hope of eternal life. (aiōnios )
8 Πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες (τῷ *k*) θεῷ· ταῦτά ἐστιν (τὰ *k*) καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις.
The above is a trustworthy statement and I want you to insist on these things, so that those who have trusted in God may be concerned to take the lead in good works. These things are good and profitable for mankind.
9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ (ἔρεις *NK(O)*) καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι.
But avoid foolish arguments and genealogies and contentions and disputes about the law, because they are unprofitable and useless.
10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ
Excommunicate a divisive man after a first and second admonition,
11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.
knowing that such a person has been perverted and is sinning, being self-condemned.
12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τύχικον, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι.
As soon as I send Artemas or Tychicus to you, do your best to come to me at Nicopolis, because I have decided to spend the winter there.
13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ.
Send Zenas the lawyer and Apollos on their way without delay, that they may lack nothing.
14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.
And let our people also learn to maintain good works, to meet pressing needs, that they not be unfruitful.
15 Ἀσπάζονταί σε οἱ μετ᾽ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν (ἀμήν. *KO*) (πρός Τίτον τῆς Κρητῶν ἐκκλησίας πρῶτον ἐπίσκοπον χειροτονηθέντα ἐγράφη ἀπό Νικοπόλεως τῆς Κρητῶν. *K*)
All who are with me greet you. Greet those who love us in faith. Grace be with you all. Amen.