< Προς Ρωμαιους 15 >

1 Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν·
But we that are strong ought to bear the infirmities of those who are not strong, and not to please ourselves.
2 ἕκαστος (γάρ *k*) ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν.
Let each one of us please his neighbor in that which is good for his edification.
3 καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν ἀλλὰ καθὼς γέγραπται· οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε (ἐπέπεσαν *N(k)O*) ἐπ᾽ ἐμέ.
For the Christ did not please himself; but as it is written: The reproaches of them that reproached thee, fell on me.
4 ὅσα γὰρ προεγράφη (πάντα *O*) εἰς τὴν ἡμετέραν διδασκαλίαν (ἐγράφη, *N(k)O*) ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.
For the things which were formerly written, were written for our instruction, that we, through the patience and the comfort which the scriptures give, might have hope.
5 Ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν
Now, may the God of patience and comfort make you of the same mind one toward another, according to Christ Jesus;
6 ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
that with one mind and with one voice you may glorify God, even the Father of our Lord Jesus Christ.
7 διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο (ὑμᾶς *N(K)O*) εἰς δόξαν (τοῦ *no*) θεοῦ.
Wherefore, receive one another with kindness, as the Christ has received you, to the glory of God.
8 λέγω (γὰρ *N(k)O*) Χριστὸν (Ἰησοῦν *K*) διάκονον (γεγενῆσθαι *NK(o)*) περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων,
Now, I say, that Jesus Christ, as a minister, was of the circumcision for the sake of the truth of God, in order to confirm the promises made to the fathers,
9 τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεὸν καθὼς γέγραπται· διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν καὶ τῷ ὀνόματί σου ψαλῶ.
and that the Gentiles might glorify God for his mercy, as it is written: For this cause I will give praise to thee among the Gentiles, and to thy name will I sing.
10 καὶ πάλιν λέγει· εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ.
And again he says: Rejoice, you Gentiles, with his people.
11 καὶ πάλιν· αἰνεῖτε πάντα τὰ ἔθνη τὸν κύριον, καὶ (ἐπαινεσάτωσαν *N(K)O*) αὐτὸν πάντες οἱ λαοί.
And again: Praise the Lord, all you Gentiles, and applaud him all you peoples.
12 καὶ πάλιν Ἠσαΐας λέγει· ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾽ αὐτῷ ἔθνη ἐλπιοῦσιν.
And again, Isaiah says: There shall be a root of Jesse, and he that shall rise to rule the Gentiles, in him shall the Gentiles trust.
13 Ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
Now may the God of hope fill you with all joy and peace in believing, that you may abound in the hope, by the power of the Holy Spirit.
14 πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης πεπληρωμένοι πάσης (τῆς *no*) γνώσεως, δυνάμενοι καὶ (ἀλλήλους *NK(O)*) νουθετεῖν.
And I myself am persuaded concerning you, my brethren, that you yourselves are full of all goodness, having been filled with all knowledge, able also to instruct one another.
15 Τολμηρότερον δὲ ἔγραψα ὑμῖν (ἀδελφοί *k*) ἀπὸ μέρους ὡς ἐπαναμιμνῄσκων ὑμᾶς διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι (ὑπὸ *NK(o)*) τοῦ θεοῦ
Yet I have written to you more boldly in part, my brethren, as if I would put you in remembrance, on account of the grace which is given to me by God,
16 εἰς τὸ εἶναί με λειτουργὸν Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος ἡγιασμένη ἐν πνεύματι ἁγίῳ.
that I may be the public servant of Jesus Christ to the Gentiles, officiating as a priest with respect to the gospel of God, that the offering up of the Gentiles may be acceptable, having been sanctified by the Holy Spirit.
17 Ἔχω οὖν (τὴν *no*) καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
I have, therefore, cause to glory in Christ Jesus in things that pertain to God.
18 οὐ γὰρ τολμήσω τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς δι᾽ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν λόγῳ καὶ ἔργῳ,
For I will not dare to speak of any of those things which Christ has not accomplished through me, by word and deed, in order to make the Gentiles obedient,
19 ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει πνεύματος (θεοῦ, *NK(O)*) ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ.
by the power of signs and wonders by the power of the Holy Spirit. So that from Jerusalem, and round about as far as Illyricum, I have fully preached the gospel of the Christ;
20 οὕτως δὲ (φιλοτιμούμενον *NK(o)*) εὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾽ ἀλλότριον θεμέλιον οἰκοδομῶ
so earnestly desirous have I been to preach the gospel, not where Christ had been named, lest I should build on another man’s foundation;
21 ἀλλὰ καθὼς γέγραπται· οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.
but, as it is written: They to whom he was not preached, shall see; and they who have not heard, shall understand.
22 διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς,
For which reason, also, I have been often hindered from coming to you.
23 νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ (πολλῶν *NK(O)*) ἐτῶν,
But now, having no longer a place in these regions, and having had for many years a strong desire to come to you,
24 ὡς (ἂν *N(k)O*) πορεύωμαι εἰς τὴν Σπανίαν (ἐλεύσομαι πρὸς ὑμᾶς, *K*) ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφ᾽ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
when I make my journey into Spain, I hope, in passing through, to see you, and to be conducted by you on my journey thither, after I am first partly satisfied with your company.
25 Νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις.
But now I am going to Jerusalem, to minister to the saints.
26 εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ·
For Macedonia and Achaia have been pleased to make a contribution for the poor saints who are in Jerusalem:
27 εὐδόκησαν γάρ, καὶ ὀφειλέται εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς.
they have been pleased to do so, and they are their debtors. For if the Gentiles have become partakers of their spiritual things, they ought to minister to them in things pertaining to the flesh.
28 τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον ἀπελεύσομαι δι᾽ ὑμῶν εἰς (τὴν *k*) Σπανίαν.
When, therefore, I shall have performed this, and have delivered to them this fruit, I will go by you into Spain.
29 οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι εὐλογίας (τοῦ εὐαγγελίου *K*) (τοῦ *k*) Χριστοῦ ἐλεύσομαι.
And I know that in coming to you, I shall come in the fullness of the blessing of Christ.
30 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
Now I beseech you, brethren, by our Lord Jesus Christ, and by the love of the Spirit, that you strive together with me, in your prayers to God for me,
31 ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ καὶ (ἵνα *K*) ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος τοῖς ἁγίοις γένηται,
that I may be delivered from the unbelievers in Judea, and that this service of mine, which is for Jerusalem, may be acceptable to the saints;
32 ἵνα ἐν χαρᾷ (ἐλθὼν *N(k)O*) πρὸς ὑμᾶς διὰ θελήματος θεοῦ (καὶ *ko*) συναναπαύσωμαι ὑμῖν.
that I may come to you with joy, by the will of God, and may be refreshed among you.
33 ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.
The God of peace be with you all. Amen.

< Προς Ρωμαιους 15 >