< Προς Ρωμαιους 1 >
1 Παῦλος δοῦλος Χριστοῦ Ἰησοῦ, κλητὸς ἀπόστολος ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ,
Παύλος, δούλος Ιησού Χριστού, προσκεκλημένος απόστολος, κεχωρισμένος διά το ευαγγέλιον του Θεού,
2 ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
το οποίον προϋπεσχέθη διά των προφητών αυτού εν ταις αγίαις γραφαίς,
3 περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
περί του Υιού αυτού, όστις εγεννήθη εκ σπέρματος Δαβίδ κατά σάρκα,
4 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
και απεδείχθη Υιός Θεού εν δυνάμει κατά το πνεύμα της αγιωσύνης διά της εκ νεκρών αναστάσεως, Ιησού Χριστού του Κυρίου ημών,
5 δι᾽ οὗ ἐλάβομεν χάριν καὶ ἀποστολὴν εἰς ὑπακοὴν πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
διά του οποίου ελάβομεν χάριν και αποστολήν εις υπακοήν πίστεως πάντων των εθνών υπέρ του ονόματος αυτού,
6 ἐν οἷς ἐστε καὶ ὑμεῖς, κλητοὶ Ἰησοῦ Χριστοῦ·
μεταξύ των οποίων είσθε και σεις προσκεκλημένοι του Ιησού Χριστού,
7 πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
προς πάντας τους όντας εν Ρώμη αγαπητούς του Θεού, προσκεκλημένους αγίους, χάρις είη υμίν και ειρήνη από Θεού Πατρός ημών και Κυρίου Ιησού Χριστού.
8 Πρῶτον μὲν εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ (περὶ *N(k)O*) πάντων ὑμῶν ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ·
Πρώτον μεν ευχαριστώ τον Θεόν μου διά Ιησού Χριστού υπέρ πάντων υμών, διότι η πίστις σας κηρύττεται εν όλω τω κόσμω.
9 μάρτυς γάρ μού ἐστιν ὁ θεός, ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου
Επειδή μάρτυς μου είναι ο Θεός, τον οποίον λατρεύω διά του πνεύματός μου εν τω ευαγγελίω του Υιού αυτού, ότι αδιαλείπτως σας ενθυμούμαι,
10 δεόμενος, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς·
δεόμενος πάντοτε εν ταις προσευχαίς μου να αξιωθώ ήδη ποτέ διά του θελήματος του Θεού να έλθω προς εσάς.
11 ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς,
Διότι επιποθώ να σας ίδω, διά να σας μεταδώσω χάρισμά τι πνευματικόν προς στήριξιν υμών,
12 τοῦτο δέ ἐστιν συμπαρακληθῆναι ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως, ὑμῶν τε καὶ ἐμοῦ.
τούτο δε είναι, το να συμπαρηγορηθώ μεταξύ σας διά της κοινής πίστεως υμών τε και εμού.
13 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
Δεν θέλω δε να αγνοήτε, αδελφοί, ότι πολλάκις εμελέτησα να έλθω προς εσάς, εμποδίσθην όμως μέχρι τούδε, διά να απολαύσω καρπόν τινά και μεταξύ σας, καθώς και μεταξύ των λοιπών εθνών.
14 Ἕλλησίν τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί·
Χρεώστης είμαι προς Ελληνάς τε και βαρβάρους, σοφούς τε και ασόφους·
15 οὕτως τὸ κατ᾽ ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι.
ούτω πρόθυμος είμαι το κατ' εμέ να κηρύξω το ευαγγέλιον και προς εσάς τους εν Ρώμη.
16 οὐ γὰρ ἐπαισχύνομαι τὸ εὐαγγέλιον (τοῦ χριστοῦ· *K*) δύναμις γὰρ θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι.
Διότι δεν αισχύνομαι το ευαγγέλιον του Χριστού· επειδή είναι δύναμις Θεού προς σωτηρίαν εις πάντα τον πιστεύοντα Ιουδαίόν τε, πρώτον και Έλληνα.
17 δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται ἐκ πίστεως εἰς πίστιν καθὼς γέγραπται· ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.
Διότι δι' αυτού αποκαλύπτεται η δικαιοσύνη του Θεού εκ πίστεως εις πίστιν, καθώς είναι γεγραμμένον· Ο δε δίκαιος θέλει ζήσει εκ πίστεως.
18 Ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων,
Διότι οργή Θεού αποκαλύπτεται απ' ουρανού επί πάσαν ασέβειαν και αδικίαν ανθρώπων, οίτινες κατακρατούσι την αλήθειαν εν αδικία.
19 διότι τὸ γνωστὸν τοῦ θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς· ὁ θεὸς γὰρ αὐτοῖς ἐφανέρωσεν.
Επειδή ό, τι δύναται να γνωρισθή περί Θεού είναι φανερόν εν αυτοίς, διότι ο Θεός εφανέρωσε τούτο προς αυτούς.
20 τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασιν νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. (aïdios )
Επειδή τα αόρατα αυτού βλέπονται φανερώς από κτίσεως κόσμου νοούμενα διά των ποιημάτων, η τε αΐδιος αυτού δύναμις και η θειότης, ώστε αυτοί είναι αναπολόγητοι. (aïdios )
21 διότι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾽ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία·
Διότι γνωρίσαντες τον Θεόν, δεν εδόξασαν ως Θεόν ουδέ ευχαρίστησαν, αλλ' εματαιώθησαν εν τοις διαλογισμοίς αυτών, και εσκοτίσθη η ασύνετος αυτών καρδία·
22 φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν
λέγοντες ότι είναι σοφοί εμωράνθησαν,
23 καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν.
και ήλλαξαν την δόξαν του αφθάρτου Θεού εις ομοίωμα εικόνος φθαρτού ανθρώπου και πετεινών και τετραπόδων και ερπετών.
24 Διὸ (καὶ *k*) παρέδωκεν αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίαν τοῦ ἀτιμάζεσθαι τὰ σώματα αὐτῶν ἐν (αὐτοῖς, *N(k)O*)
Διά τούτο και παρέδωκεν αυτούς ο Θεός διά των επιθυμιών των καρδιών αυτών εις ακαθαρσίαν, ώστε να ατιμάζωνται τα σώματα αυτών μεταξύ αυτών.
25 οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. (aiōn )
Οίτινες μετήλλαξαν την αλήθειαν του Θεού εις το ψεύδος, και εσεβάσθησαν και ελάτρευσαν την κτίσιν μάλλον παρά τον κτίσαντα, όστις είναι ευλογητός εις τους αιώνας· αμήν. (aiōn )
26 Διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας· αἵ τε γὰρ θήλειαι αὐτῶν μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν,
Διά τούτο παρέδωκεν αυτούς ο Θεός εις πάθη ατιμίας· διότι και αι γυναίκες αυτών μετήλλαξαν την φυσικήν χρήσιν εις την παρά φύσιν·
27 ὁμοίως τε καὶ οἱ ἄρσενες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρσενες ἐν ἄρσεσιν τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.
ομοίως δε και οι άνδρες, αφήσαντες την φυσικήν χρήσιν της γυναικός, εξεκαύθησαν εις την επιθυμίαν αυτών προς αλλήλους, πράττοντες την ασχημοσύνην άρσενες εις άρσενας και απολαμβάνοντες εις εαυτούς την πρέπουσαν αντιμισθίαν της πλάνης αυτών.
28 Καὶ καθὼς οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν ποιεῖν τὰ μὴ καθήκοντα,
Και καθώς απεδοκίμασαν το να έχωσιν επίγνωσιν του Θεού, παρέδωκεν αυτούς ο Θεός εις αδόκιμον νούν, ώστε να πράττωσι τα μη πρέποντα,
29 πεπληρωμένους πάσῃ ἀδικίᾳ (πορνείᾳ, *K*) πονηρίᾳ, πλεονεξίᾳ, κακίᾳ, μεστοὺς φθόνου, φόνου, ἔριδος, δόλου, κακοηθείας, ψιθυριστάς,
πλήρεις όντες πάσης αδικίας, πορνείας, πονηρίας, πλεονεξίας, κακίας, γέμοντες φθόνου, φόνου, έριδος, δόλου, κακοηθείας·
30 καταλάλους, θεοστυγεῖς, ὑβριστάς, ὑπερηφάνους, ἀλαζόνας, ἐφευρετὰς κακῶν, γονεῦσιν ἀπειθεῖς,
ψιθυρισταί, κατάλαλοι, μισόθεοι, υβρισταί, υπερήφανοι, αλαζόνες, εφευρεταί κακών, απειθείς εις τους γονείς,
31 ἀσυνέτους, ἀσυνθέτους, ἀστόργους (ἀσπόνδους, *K*) ἀνελεήμονας,
ασύνετοι, παραβάται συνθηκών, άσπλαγχνοι, αδιάλλακτοι, ανελεήμονες·
32 οἵτινες τὸ δικαίωμα τοῦ θεοῦ ἐπιγνόντες ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσίν, οὐ μόνον αὐτὰ ποιοῦσιν ἀλλὰ καὶ συνευδοκοῦσιν τοῖς πράσσουσιν.
οίτινες ενώ γνωρίζουσι την δικαιοσύνην του Θεού, ότι οι πράττοντες τα τοιαύτα είναι άξιοι θανάτου, ουχί μόνον πράττουσιν αυτά, αλλά και συνευδοκούσιν εις τους πράττοντας.