< Αποκαλυψις Ιωαννου 1 >
1 Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ ἣν ἔδωκεν αὐτῷ ὁ θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει καὶ ἐσήμανεν ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ,
2 ὃς ἐμαρτύρησεν τὸν λόγον τοῦ θεοῦ καὶ τὴν μαρτυρίαν Ἰησοῦ Χριστοῦ ὅσα (τε *k*) εἶδεν.
3 μακάριος ὁ ἀναγινώσκων καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα· ὁ γὰρ καιρὸς ἐγγύς.
4 Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ (τοῦ *K(O)*) ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ (ἐστιν *k*) ἐνώπιον τοῦ θρόνου αὐτοῦ
5 καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ, ὁ μάρτυς ὁ πιστός, ὁ πρωτότοκος (ἐκ *k*) τῶν νεκρῶν καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. τῷ (ἀγαπῶντι *N(k)O*) ἡμᾶς καὶ (λύσαντι *N(K)O*) ἡμᾶς (ἐκ *N(k)O*) τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ
6 καὶ ἐποίησεν ἡμᾶς (βασιλείαν, *N(K)O*) (καὶ *K*) ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn )
7 Ἰδοὺ ἔρχεται μετὰ τῶν νεφελῶν, καὶ ὄψεται αὐτὸν πᾶς ὀφθαλμὸς καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν· καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ναὶ ἀμήν.
8 Ἐγώ εἰμι τὸ ἄλφα καὶ τὸ ὦ (ἀρχὴ καὶ τέλος, *K*) λέγει (ὁ *k*) κύριος (ὁ θεός, *NO*) ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, ὁ παντοκράτωρ.
9 Ἐγὼ Ἰωάννης, ὁ (καὶ *k*) ἀδελφὸς ὑμῶν καὶ (συγκοινωνὸς *NK(o)*) ἐν τῇ θλίψει καὶ (ἐν τῇ *k*) βασιλείᾳ καὶ ὑπομονῇ (ἐν *no*) Ἰησοῦ (Χριστῷ, *K*) ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ θεοῦ καὶ (διὰ *k*) τὴν μαρτυρίαν Ἰησοῦ (Χριστοῦ. *K*)
10 ἐγενόμην ἐν πνεύματι ἐν τῇ κυριακῇ ἡμέρᾳ καὶ ἤκουσα ὀπίσω μου φωνὴν μεγάλην ὡς σάλπιγγος
11 λεγούσης (ἐγώ *KO*) (ἐιμι τὸ Α καὶ τὸ Ω, ὃ πρῶτος καὶ ὁ ἔσχατος· καὶ *K*) ὃ βλέπεις γράψον εἰς βιβλίον καὶ πέμψον ταῖς ἑπτὰ ἐκκλησίαις (ταῖς ἐν Ἀσίᾳ· *K*) εἰς Ἔφεσον καὶ εἰς Σμύρναν καὶ εἰς Πέργαμον καὶ εἰς Θυάτειρα καὶ εἰς Σάρδεις καὶ εἰς Φιλαδέλφειαν καὶ εἰς Λαοδίκειαν.
12 Καὶ (ἐκεῖ *O*) ἐπέστρεψα βλέπειν τὴν φωνὴν ἥτις (ἐλάλει *N(k)O*) μετ᾽ ἐμοῦ. καὶ ἐπιστρέψας εἶδον ἑπτὰ λυχνίας χρυσᾶς
13 καὶ ἐν μέσῳ τῶν (ἑπτὰ *KO*) λυχνιῶν ὅμοιον (υἱὸν *N(k)O*) ἀνθρώπου ἐνδεδυμένον ποδήρη καὶ περιεζωσμένον πρὸς τοῖς μαστοῖς ζώνην χρυσᾶν.
14 ἡ δὲ κεφαλὴ αὐτοῦ καὶ αἱ τρίχες λευκαὶ (ὡς *N(k)O*) ἔριον λευκὸν ὡς χιὼν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡς φλὸξ πυρὸς
15 καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ ὡς ἐν καμίνῳ (πεπυρωμένης *N(k)O*) καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὑδάτων πολλῶν
16 καὶ ἔχων ἐν τῇ δεξιᾷ χειρὶ αὐτοῦ ἀστέρας ἑπτὰ καὶ ἐκ τοῦ στόματος αὐτοῦ ῥομφαία δίστομος ὀξεῖα ἐκπορευομένη καὶ ἡ ὄψις αὐτοῦ ὡς ὁ ἥλιος φαίνει ἐν τῇ δυνάμει αὐτοῦ.
17 Καὶ ὅτε εἶδον αὐτόν, ἔπεσα πρὸς τοὺς πόδας αὐτοῦ ὡς νεκρός, καὶ (ἔθηκεν *N(k)O*) τὴν δεξιὰν αὐτοῦ (χεῖρα *K*) ἐπ᾽ ἐμὲ λέγων (μοι· *k*) μὴ φοβοῦ. ἐγώ εἰμι ὁ πρῶτος καὶ ὁ ἔσχατος
18 καὶ ὁ ζῶν, καὶ ἐγενόμην νεκρὸς καὶ ἰδοὺ ζῶν εἰμι εἰς τοὺς αἰῶνας τῶν αἰώνων (ἀμήν *K*) καὶ ἔχω τὰς κλεῖς τοῦ θανάτου καὶ τοῦ ᾅδου. (aiōn , Hadēs )
19 γράψον (οὖν *NO*) ἃ εἶδες καὶ ἃ εἰσὶν καὶ ἃ μέλλει (γενέσθαι *N(k)O*) μετὰ ταῦτα,
20 τὸ μυστήριον τῶν ἑπτὰ ἀστέρων (οὓς *N(k)O*) εἶδες ἐπὶ τῆς δεξιᾶς μου καὶ τὰς ἑπτὰ λυχνίας τὰς χρυσᾶς· οἱ ἑπτὰ ἀστέρες ἄγγελοι τῶν ἑπτὰ ἐκκλησιῶν εἰσιν καὶ αἱ λυχνίαι (αἱ *N(k)O*) (εἶδες *K*) ἑπτὰ ἑπτὰ ἐκκλησίαι εἰσίν.