< Αποκαλυψις Ιωαννου 9 >
1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου, (Abyssos )
2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου· καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου (μεγάλης, *NK(o)*) καὶ (ἐσκοτώθη *N(k)O*) ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. (Abyssos )
3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς.
4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ (ἀδικήσουσιν *N(k)O*) τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους (μόνους *k*) οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων (αὐτῶν. *k*)
5 καὶ ἐδόθη (αὐτοῖς *N(k)O*) ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα (βασανισθήσονται *N(k)O*) μῆνας πέντε, καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον.
6 Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ (φεύγει *N(k)O*) ὁ θάνατος ἀπ᾽ αὐτῶν.
7 καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι (χρυσῷ, *NK(o)*) καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων.
8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν.
9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον.
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα (ἦν, *k*) καὶ ἐν ταῖς οὐραῖς αὐτῶν (καὶ *k*) ἡ (ἐξουσία *NK(o)*) (ἔχουσιν *O*) (αὐτῶν *NK(O)*) ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε.
11 (καὶ *k*) (ἔχουσιν *NK(o)*) ἐπ᾽ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, (καὶ *NK(o)*) ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. (Abyssos )
12 ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ (ἔρχεται *N(k)O*) ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ
14 (λέγοντα *N(k)O*) τῷ ἕκτῳ ἀγγέλῳ (ὁ ἔχων *N(k)O*) τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ.
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ (εἰς τὴν *o*) ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτὸν ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων.
16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ (ἱππικοῦ *NK(o)*) (δισμυριάδες δισμυριάδες *N(k)O*) μυριάδων· (καὶ *k*) ἤκουσα τὸν ἀριθμὸν αὐτῶν.
17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις. καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον.
18 (ἀπὸ *N(k)O*) τῶν τριῶν (πληγῶν *NO*) τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, (ἐκ *NK(o)*) τοῦ πυρὸς καὶ (ἐκ *k*) τοῦ καπνοῦ καὶ (ἐκ *k*) τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν.
19 (ἡ *N(k)O*) γὰρ (ἐξουσία τῶν *N(k)O*) (ἵππων *NO*) ἐν τῷ στόματι αὐτῶν (ἐστιν *N(k)O*) καὶ ἐν ταῖς οὐραῖς αὐτῶν. αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι (ὄφεσιν *NK(o)*) ἔχουσαι κεφαλὰς καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
20 καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, (οὐδὲ *N(k)(o)*) μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ (προσκυνήσουσιν *N(k)O*) τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν (δύνανται *N(k)O*) οὔτε ἀκούειν οὔτε περιπατεῖν,
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν (φαρμάκων *N(k)O*) αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.