< Αποκαλυψις Ιωαννου 7 >
1 (Καὶ *ko*) μετὰ (τοῦτο *N(K)O*) εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ (πᾶν *NK(o)*) δένδρον.
2 Καὶ εἶδον ἄλλον ἄγγελον (ἀναβαίνοντα *N(k)O*) ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος. καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν
3 λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι (οὗ *k*) (σφραγίσωμεν *N(k)O*) τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· (ἑκατὸν *N(K)O*) (καὶ *o*) (τεσσεράκοντα *N(K)O*) (τέσσαρες *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι *NK(o)*) ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 ἐκ φυλῆς Ἰούδα (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *NK(o)*) ἐκ φυλῆς Ῥουβὴν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Γὰδ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*)
6 ἐκ φυλῆς Ἀσὴρ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Νεφθαλὶμ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Μανασσῆ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*)
7 ἐκ φυλῆς Συμεὼν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Λευὶ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Ἰσσαχὰρ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*)
8 ἐκ φυλῆς Ζαβουλὼν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Ἰωσὴφ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Βενιαμὶν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι. *NK(o)*)
9 Μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ ὄχλος πολὺς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν (ἑστῶτες *NK(o)*) ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, (περιβεβλημένους *N(k)O*) στολὰς λευκὰς καὶ (φοίνικες *NK(o)*) ἐν ταῖς χερσὶν αὐτῶν.
10 καὶ (κράζουσιν *N(k)O*) φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία (τῷ θεῷ *N(k)O*) ἡμῶν τῷ καθημένῳ ἐπὶ (τῷ θρόνῳ *N(k)O*) καὶ τῷ ἀρνίῳ.
11 καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ (πρόσωπα *N(K)O*) αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ
12 λέγοντες· ἀμήν, ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn )
13 Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
14 καὶ (εἴρηκα *NK(o)*) αὐτῷ· κύριέ (μου, *NO*) σὺ οἶδας. καὶ εἶπέν μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν (στολὰς *k*) (αὐτὰς *N(k)O*) ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 διὰ τοῦτό εἰσιν ἐνώπιον (τοῦ θρόνου *NK(o)*) τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
16 οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ (οὐ *o*) μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου (ποιμανεῖ *NK(o)*) αὐτοὺς καὶ (ὁδηγήσει *NK(o)*) αὐτοὺς ἐπὶ (ζωῆς *N(k)O*) πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον (ἐκ *N(k)O*) τῶν ὀφθαλμῶν αὐτῶν.