< Αποκαλυψις Ιωαννου 4 >
1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ (λέγων· *N(k)O*) ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2 (καὶ *k*) εὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ (τὸν θρόνον *N(k)O*) καθήμενος.
3 καὶ ὁ καθήμενος (ἦν *k*) ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ καὶ ἶρις κυκλόθεν τοῦ θρόνου (ὅμοιος ὁράσει *NK(o)*) (σμαραγδίνῳ. *N(k)O*)
4 καὶ κυκλόθεν τοῦ θρόνου (θρόνους *N(k)O*) εἴκοσι (καὶ *k*) τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους (εἴδον *K*) (τοὺς *k*) εἴκοσι (καὶ *k*) τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ (ἔσχον *k*) ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου (αὐτοῦ *O*) (ἅ *N(k)O*) εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
6 καὶ ἐνώπιον τοῦ θρόνου (ὡς *NO*) θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ, καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
7 καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον (ἔχων *N(k)O*) τὸ πρόσωπον ὡς (ἀνθρώπου, *N(k)O*) καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8 καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾽ (ἓν *n(o)*) (αὐτῶν *N(k)O*) (ἔχων *N(k)(o)*) ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν (γέμουσιν *N(k)O*) ὀφθαλμῶν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς (λέγοντες· *N(k)O*) ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9 καὶ ὅταν (δώσουσιν *NK(o)*) τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ (τῷ θρόνῳ, *N(k)O*) τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, (aiōn )
10 πεσοῦνται οἱ εἴκοσι (καὶ *k*) τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ (προσκυνήσουσιν *N(k)O*) τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ (βαλοῦσιν *N(k)O*) τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· (aiōn )
11 ἄξιος εἶ, ὁ κύριος (καὶ ὁ θεὸς ἡμῶν, *NO*) (ὁ ἅγιος, *O*) λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν. ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου (ἦσαν *N(k)O*) καὶ ἐκτίσθησαν.