< Αποκαλυψις Ιωαννου 22 +
1 Καὶ ἔδειξέν μοι ποταμὸν (καθαρὸν *K*) ὕδατος ζωῆς, λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου.
και εδειξεν μοι ποταμον καθαρον υδατος ζωης λαμπρον ως κρυσταλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου
2 ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ, ἐντεῦθεν καὶ (ἐκεῖθεν, *N(k)O*) ξύλον ζωῆς ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα (ἕνα *K*) ἕκαστον (ἀποδιδοῦν *NK(o)*) τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
εν μεσω της πλατειας αυτης και του ποταμου εντευθεν και εντευθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα εκαστον αποδιδους τον καρπον αυτου και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων
3 καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι, καὶ ὁ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
και παν καταθεμα ουκ εσται εκει και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω
4 καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων
5 καὶ νὺξ οὐκ ἔσται (ἔτι, *N(k)O*) καὶ οὐκ ἔχουσιν χρείαν (φωτὸς *no*) λύχνου καὶ (φωτὸς *NK(o)*) ἡλίου ὅτι κύριος ὁ θεὸς (φωτίσει *N(k)O*) (ἐπ᾽ *no*) αὐτούς. καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn )
και νυξ ουκ εσται εκει και χρειαν ουκ εχουσιν λυχνου και φωτος ηλιου οτι κυριος ο θεος φωτιει αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων (aiōn )
6 Καὶ (εἶπέν *NK(o)*) μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ (ὁ *no*) κύριος ὁ θεὸς τῶν (πνευμάτων *N(K)O*) τῶν προφητῶν ἀπέστειλεν τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
και λεγει μοι ουτοι οι λογοι πιστοι και αληθινοι και κυριος ο θεος των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει
7 (καὶ *no*) ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
ιδου ερχομαι ταχυ μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου
8 κἀγὼ κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα· καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
καγω ιωαννης ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσον προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυντος μοι ταυτα
9 καὶ λέγει μοι· ὅρα μή, σύνδουλός σού (γὰρ *k*) εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.
και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των προφητων των τηρουντων τους λογους του βιβλιου τουτου τω θεω προσκυνησον
10 Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου (ὅτι, *k*) ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
και λεγει μοι μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου οτι ο καιρος εγγυς εστιν
11 ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ (ῥυπαρὸς ῥυπανθήτω *N(k)O*) ἔτι, καὶ ὁ δίκαιος (δικαιοσύνην *N(k)O*) (ποιησάτω *no*) ἔτι· καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
ο αδικων αδικησατω ετι και ο ρυπαρος ρυπαρευθητω ετι και ο δικαιος δικαιοσυνην ποιησατω ετι και ο αγιος αγιασθητω ετι
12 (καὶ *k*) ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον (ἐστὶν *N(k)O*) αὐτοῦ.
ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον εσται αυτου
13 ἐγὼ (εἰμί *k*) τὸ (ἄλφα *N(k)O*) καὶ τὸ ὦ, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἡ ἀρχὴ καὶ τὸ τέλος.
εγω το αλφα και το ω αρχη και τελος ο πρωτος και ο εσχατος
14 Μακάριοι οἱ (πλύνοντες *N(K)O*) τὰς (στολὰς αὐτῶν, *N(K)O*) ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
μακαριοι οι ποιουντες τας εντολας αυτου ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν
15 Ἔξω (δὲ *k*) οἱ κύνες καὶ οἱ φάρμακοι καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς (ὁ *k*) φιλῶν καὶ ποιῶν ψεῦδος.
εξω οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας φιλων και ποιων ψευδος
16 Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος (τοῦ *k*) Δαυίδ, ὁ ἀστὴρ ὁ λαμπρὸς (ὁ *N(K)O*) (πρωϊνός. *N(k)O*)
εγω ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις εγω ειμι η ριζα και το γενος δαυιδ ο αστηρ ο λαμπρος ο πρωινος
17 καὶ τὸ πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· (ἔρχου. *N(k)O*) καὶ ὁ ἀκούων εἰπάτω· (ἔρχου. *N(k)O*) καὶ ὁ διψῶν (ἐρχέσθω, *N(k)O*) (καὶ *k*) ὁ θέλων (λαβέτω *N(k)O*) (τὸ *k*) ὕδωρ ζωῆς δωρεάν.
και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωης δωρεαν
18 (Μαρτυρῶ *N(k)O*) (ἐγὼ *N(K)O*) παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ἐάν τις (ἐπιθῇ ἐπ᾽ αὐτά, *N(k)O*) (ἐπιθήσει *NK(o)*) ὁ θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ.
μαρτυρω εγω παντι ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου εαν τις επιθη επ αυτα επιθησαι επ αυτον ο θεος τας επτα πληγας τας γεγραμμενας εν τω βιβλιω τουτω
19 καὶ ἐάν τις (ἀφέλῃ *N(k)O*) ἀπὸ τῶν λόγων τοῦ (βιβλίου *N(k)O*) τῆς προφητείας ταύτης, (ἀφελεῖ *NK(o)*) ὁ θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ (ξύλου *N(K)O*) τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, (καὶ *k*) τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
και εαν τις αφελη απο των λογων του βιβλιου της προφητειας ταυτης αφελοι ο θεος το μερος αυτου απο του ξυλου της ζωης και εκ της πολεως της αγιας των γεγραμμενων εν τω βιβλιω τουτω
20 Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ· ἀμήν. (ναί *KO*) ἔρχου, κύριε Ἰησοῦ.
λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ναι ερχου κυριε ιησου
21 Ἡ χάρις τοῦ κυρίου (ημῶν *K*) Ἰησοῦ (Χριστοῦ *KO*) μετὰ πάντων (τῶν *o*) (ὑμῶν. *K(O)*) (ἀμήν. *KO*)
η χαρις του κυριου ιησου χριστου μετα παντων των αγιων αμην