< Αποκαλυψις Ιωαννου 20 >
1 Καὶ εἶδον ἄγγελον καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ ἔχοντα τὴν κλεῖν τῆς ἀβύσσου καὶ ἅλυσιν μεγάλην ἐπὶ τὴν χεῖρα αὐτοῦ. (Abyssos )
2 καὶ ἐκράτησεν τὸν δράκοντα, (ὁ ὄφις ὁ ἀρχαῖος, *N(k)O*) ὅς ἐστιν διάβολος καὶ (ὁ *no*) Σατανᾶς. (ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, *O*) καὶ ἔδησεν αὐτὸν χίλια ἔτη
3 καὶ ἔβαλεν αὐτὸν εἰς τὴν ἄβυσσον καὶ ἔκλεισεν (αὐτὸν *k*) καὶ ἐσφράγισεν ἐπάνω αὐτοῦ, ἵνα μὴ (πλανήσῃ *NK(o)*) ἔτι τὰ ἔθνη ἄχρι τελεσθῇ τὰ χίλια ἔτη. (καὶ *k*) μετὰ ταῦτα δεῖ λυθῆναι αὐτὸν μικρὸν χρόνον. (Abyssos )
4 Καὶ εἶδον θρόνους, καὶ ἐκάθισαν ἐπ᾽ αὐτούς, καὶ κρίμα ἐδόθη αὐτοῖς, καὶ τὰς ψυχὰς τῶν πεπελεκισμένων διὰ τὴν μαρτυρίαν Ἰησοῦ καὶ διὰ τὸν λόγον τοῦ θεοῦ, καὶ οἵτινες οὐ προσεκύνησαν (τὸ θηρίον οὐδὲ *N(k)O*) τὴν εἰκόνα αὐτοῦ καὶ οὐκ ἔλαβον τὸ χάραγμα ἐπὶ τὸ μέτωπον (αὐτῶν *k*) καὶ ἐπὶ τὴν χεῖρα αὐτῶν, καὶ ἔζησαν καὶ ἐβασίλευσαν μετὰ τοῦ Χριστοῦ (τὰ *k*) χίλια ἔτη.
5 (δὲ *k(o)*) οἱ λοιποὶ τῶν νεκρῶν οὐκ (ἔζησαν *N(K)O*) (ἄχρι *N(k)O*) τελεσθῇ τὰ χίλια ἔτη. Αὕτη ἡ ἀνάστασις ἡ πρώτη.
6 μακάριος καὶ ἅγιος ὁ ἔχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ· ἐπὶ τούτων ὁ δεύτερος θάνατος οὐκ ἔχει ἐξουσίαν, ἀλλ᾽ ἔσονται ἱερεῖς τοῦ θεοῦ καὶ τοῦ Χριστοῦ καὶ βασιλεύσουσιν μετ᾽ αὐτοῦ (τὰ *no*) χίλια ἔτη.
7 Καὶ ὅταν τελεσθῇ τὰ χίλια ἔτη, λυθήσεται ὁ σατανᾶς ἐκ τῆς φυλακῆς αὐτοῦ
8 καὶ ἐξελεύσεται πλανῆσαι τὰ ἔθνη τὰ ἐν ταῖς τέσσαρσιν γωνίαις τῆς γῆς, τὸν Γὼγ καὶ (τὸν *ko*) Μαγώγ, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον, ὧν ὁ ἀριθμὸς (αὐτῶν *no*) ὡς ἡ ἄμμος τῆς θαλάσσης.
9 καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς καὶ (ἐκύκλευσαν *N(k)O*) τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην. καὶ κατέβη πῦρ (ἀπὸ τοῦ θεοῦ *KO*) ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτούς.
10 καὶ ὁ διάβολος ὁ πλανῶν αὐτοὺς ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρὸς καὶ θείου ὅπου (καὶ *no*) τὸ θηρίον καὶ ὁ ψευδοπροφήτης, καὶ βασανισθήσονται ἡμέρας καὶ νυκτὸς εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn , Limnē Pyr )
11 Καὶ εἶδον θρόνον μέγαν λευκὸν καὶ τὸν καθήμενον (ἐπ᾽ *NK(o)*) (αὐτόν, *N(k)O*) οὗ ἀπὸ (τοῦ *no*) προσώπου ἔφυγεν ἡ γῆ καὶ ὁ οὐρανός, καὶ τόπος οὐχ εὑρέθη αὐτοῖς.
12 καὶ εἶδον τοὺς νεκρούς, τοὺς μεγάλους καὶ τοὺς μικρούς, ἑστῶτας ἐνώπιον τοῦ (θρόνου, *N(K)O*) καὶ βιβλία (ἠνοίχθησαν. *N(k)O*) καὶ ἄλλο βιβλίον (ἠνοίχθη *N(k)O*) ὅ ἐστιν τῆς ζωῆς. καὶ ἐκρίθησαν οἱ νεκροὶ ἐκ τῶν γεγραμμένων ἐν τοῖς βιβλίοις κατὰ τὰ ἔργα αὐτῶν.
13 καὶ ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ, καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς, καὶ ἐκρίθησαν ἕκαστος κατὰ τὰ ἔργα αὐτῶν. (Hadēs )
14 καὶ ὁ θάνατος καὶ ὁ ᾅδης ἐβλήθησαν εἰς τὴν λίμνην τοῦ πυρός· οὗτος ὁ θάνατος ὁ δεύτερός ἐστιν (ἡ λίμνη τοῦ πυρός. *NO*) (Hadēs , Limnē Pyr )
15 καὶ εἴ τις οὐχ εὑρέθη ἐν (τῇ βίβλῳ *NK(o)*) τῆς ζωῆς γεγραμμένος, ἐβλήθη εἰς τὴν λίμνην τοῦ πυρός. (Limnē Pyr )