< Αποκαλυψις Ιωαννου 15 >

1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ θεοῦ.
And I saw another prodigy in heaven, great and wonderful; seven angels, having seven plagues, the last in order, because with them the wrath of God is consummated.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρὶ καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ἐκ τοῦ (χαράγματος τοῦ ἐκ τοῦ *K*) ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην ἔχοντας κιθάρας τοῦ θεοῦ.
And I saw as it were, a sea of glass mixed with fire: and they, who had been victorious over the beast of prey, and over its image, and over the number of its name, were standing on the sea of glass; and they had the harps of God.
3 καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴν τοῦ ἀρνίου λέγοντες· μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, κύριε ὁ θεὸς ὁ παντοκράτωρ. δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν (ἐθνῶν. *N(K)(O)*)
And they sing the song of Moses the servant of God, and the song of the Lamb, saying: Great and marvellous are thy deeds, Lord God Almighty; just and true are thy ways, O King of worlds.
4 τίς οὐ μὴ φοβηθῇ (σε, *k*) κύριε, καὶ (δοξάσει *N(k)O*) τὸ ὄνομά σου; ὅτι μόνος (ὅσιος, *NK(o)*) ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.
Who shall not fear thee, O Lord, and glorify thy name? Because thou only art holy and just: Because all nations shall come and worship before thee, since thy righteousnesses have been revealed.
5 Καὶ μετὰ ταῦτα εἶδον καὶ (ἰδού *K*) ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ.
And after this I beheld, and the temple of the tabernacle of the testimony in heaven, was opened.
6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ (οἳ ἦσαν *o*) ἐνδεδυμένοι (λίνον *NK(O)*) καθαρὸν (καὶ *k*) λαμπρὸν καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
And the seven angels who had the seven plagues, went forth from the temple, clothed in clean splendid linen, and girded about their breast with girdles of gold.
7 καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς γεμούσας τοῦ θυμοῦ τοῦ θεοῦ τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
And one of the four Animals gave to those seven angels seven cups of gold, full of the wrath of God who liveth for ever and ever. (aiōn g165)
8 καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
And the temple was filled with smoke, from the glory of God and from his power; and no one was able to enter the temple, until the seven plagues of the seven angels were accomplished.

< Αποκαλυψις Ιωαννου 15 >