< Προς Φιλιππησιους 4 >
1 Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί.
Wherefore, my brethren, beloved and much desired, my joy and crown, so stand ye fast in the Lord, my beloved.
2 Εὐοδίαν παρακαλῶ καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ·
I exhort Euodia, and Syntyche to be perfectly united in the Lord.
3 (ναὶ *N(K)O*) ἐρωτῶ καὶ σέ, γνήσιε σύζυγε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.
And I entreat thee likewise, my faithful collegue, to assist them, for they laboured with me in the gospel, and Clement also, and my other fellow-laborers, whose names are in the book of life.
4 Χαίρετε ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε.
Rejoice in the Lord always, and again I say, Rejoice.
5 τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς.
Let your moderation be known unto all men. The Lord is at hand.
6 μηδὲν μεριμνᾶτε, ἀλλ᾽ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν θεόν·
Be anxious in nothing: but in every thing by prayer and supplication with thanksgiving let your requests be made known before God.
7 καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
And the peace of God, which surpasseth all understanding, shall guard your hearts and minds in Christ Jesus.
8 Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνά, ὅσα δίκαια, ὅσα ἁγνά, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε·
Finally my brethren, whatever things are true, whatever things are venerable, whatever things are just, whatever things are pure, whatever things are friendly, whatever things are reputable, if there be any virtue, and if there be any praise, think of these things:
9 ἃ καὶ ἐμάθετε καὶ παρελάβετε καὶ ἠκούσατε καὶ εἴδετε ἐν ἐμοί, ταῦτα πράσσετε, καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
and what ye have both learned, and received, and heard, and seen in me, these practise; and the God of peace will be with you.
10 Ἐχάρην δὲ ἐν κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφ᾽ ᾧ καὶ ἐφρονεῖτε, ἠκαιρεῖσθε δέ.
I rejoiced greatly in the Lord, that your care for me has now flourished again; for whom ye were indeed careful before, but ye wanted opportunity.
11 οὐχ ὅτι καθ᾽ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι.
Not that I speak on account of want; for I have learnt in whatever circumstances I am, to be contented.
12 οἶδα (καὶ *N(k)O*) ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι·
I know both how to be abased, and how to abound: in every place, and in all conditions I am instructed, both to be full and to be hungry, to abound and to be in want.
13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με (Χριστῷ. *K*)
I can do all things through Christ strengthening me.
14 πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει.
Nevertheless ye did well in communicating to the relief of my affliction.
15 οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας, οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι·
And ye Philippians know, that in the beginning of the gospel, when I was departing from Macedonia, no church communicated to me on the score of giving and receiving, but you only.
16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε.
For even in Thessalonica ye sent once and again to supply my wants.
17 οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, ἀλλ᾽ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν·
Not that I desire a gift, but I desire fruit that may abound to your account.
18 ἀπέχω δὲ πάντα καὶ περισσεύω, πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν εὐάρεστον τῷ θεῷ.
And indeed I have it all, and now abound: I am fully supplied, having received of Epaphroditus the things sent by you, a fragrant odor, an acceptable sacrifice, well-pleasing to God.
19 ὁ δὲ θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ (τὸ πλοῦτος *N(k)O*) αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
And my God will supply all your wants, according to his riches, in glory, by Christ Jesus.
20 τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn )
Now to our God and Father be glory for ever and ever. Amen. (aiōn )
21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
Salute every saint in Christ Jesus. The brethren that are with me salute you:
22 ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας.
and all the saints here salute you, but especially those of Cesar's household.
23 Ἡ χάρις τοῦ κυρίου (ἡμῶν *k*) Ἰησοῦ Χριστοῦ μετὰ (τοῦ *no*) (πνεύματος *N(K)O*) ὑμῶν. (ἀμήν. *KO*) (πρός Φιλιππησίους ἐγράφη ἀπό Ῥώμης δι᾽ Ἐπαφροδίτου. *K*)
The grace of our Lord Jesus Christ be with you all. Amen.