< Προς Φιλιππησιους 2 >

1 Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ (τις *N(k)O*) σπλάγχνα καὶ οἰκτιρμοί,
If therefore any exhortation is in Christ, if any encouragement of love, if any fellowship of spirit, if any bowels and mercies,
2 πληρώσατέ μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες,
fulfill my joy, that ye may think the same way, having the same love, being knit in soul, thinking in oneness,
3 μηδὲν κατ᾽ ἐριθείαν (μηδὲ *N(k)O*) (κατὰ *no*) κενοδοξίαν ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν·
in nothing according to selfish ambition or empty conceit, but in humility considering each other surpassing yourselves.
4 μὴ τὰ ἑαυτῶν (ἕκαστος *NK(o)*) (σκοποῦντες *N(k)O*) ἀλλὰ καὶ τὰ ἑτέρων (ἕκαστοι. *N(k)O*)
Look ye out each man not to things of yourselves, but each man also to the things of others.
5 τοῦτο (γὰρ *k*) (φρονεῖτε *N(k)O*) ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ,
Indeed have this way to think in you, that also was in Christ Jesus,
6 ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ,
who, existing in the form of God, did not consider being equal to God something to seize and hold.
7 ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος,
But he emptied himself, having taken a form of a bondman, having become in a likeness of men.
8 καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ·
And having been found in a form like a man, he lowered himself, having become obedient until death, even of death from a cross.
9 διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἐχαρίσατο αὐτῷ (τὸ *no*) ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
Therefore God also highly exalted him and gave him the name above every name,
10 ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,
so that at the name of Jesus every knee should bow, of the heavenly, and the earthly, and the sub-earthly,
11 καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
and that every tongue should acknowledge that Jesus Christ is Lord, to the glory of God the Father.
12 Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε·
Therefore my beloved, just as ye have always obeyed, not only as in my presence, but now much more in my absence, work out your own salvation with fear and trembling.
13 (ὁ *k*) θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας.
For it is God who works in you both to desire and to work for approval.
14 πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν,
Do all things without grumblings and arguments,
15 ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα θεοῦ (ἄμωμα *N(k)O*) (ἐν *k*) (μέσον *N(k)O*) γενεᾶς σκολιᾶς καὶ διεστραμμένης ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ,
so that ye may become blameless and pure children of God, blameless in the midst of a crooked and perverted generation, among whom ye shine as lights in the world.
16 λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸν ἔδραμον, οὐδὲ εἰς κενὸν ἐκοπίασα.
Holding firm the word of life, for a boast by me in the day of Christ, that I did not run in vain nor labor in vain.
17 ἀλλ᾽ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν ὑμῖν·
Yet even if I am poured out a libation upon the sacrifice and service of your faith, I am glad and rejoice with you all.
18 τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετέ μοι.
And in the same way, ye also be glad and rejoice with me.
19 Ἐλπίζω δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ κἀγὼ εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν·
But I hope in the Lord Jesus to send Timothy to you soon, so that I also may be cheerful when I know the things about you.
20 οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει·
For I have no man like-minded who will genuinely care for the things about you.
21 οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ (τοῦ *k*) Ἰησοῦ Χριστοῦ·
For they all seek the things of themselves, not the things of Christ Jesus.
22 τὴν δὲ δοκιμὴν αὐτοῦ γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ εὐαγγέλιον.
But ye know the proof of him, that, as a child to a father, he served with me for the good news.
23 τοῦτον μὲν οὖν ἐλπίζω πέμψαι ὡς ἂν (ἀφίδω *N(k)O*) τὰ περὶ ἐμὲ ἐξαυτῆς·
Indeed therefore I hope to send this man immediately, whenever I may focus on the things concerning me.
24 πέποιθα δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι.
And I trust in the Lord that I myself also will come soon.
25 Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς·
But I considered it necessary to send to you Epaphroditus, my brother and co-workman and fellow soldier, and your apostle and servant of my need,
26 ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς (ἰδεῖν *O*) καὶ ἀδημονῶν διότι ἠκούσατε ὅτι ἠσθένησεν.
since he was longing for you all, and distressed because ye heard that he was sick.
27 καὶ γὰρ ἠσθένησεν παραπλήσιον (θανάτῳ· *NK(o)*) ἀλλ᾽ ὁ θεὸς ἠλέησεν αὐτόν, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπην ἐπὶ λύπην σχῶ.
For also he was sick, near death, but God was merciful to him, and not only him, but also me, so that I might not have sorrow upon sorrow.
28 σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν, ἵνα ἰδόντες αὐτὸν πάλιν χαρῆτε, κἀγὼ κἀγὼ ἀλυπότερος ὦ.
Therefore I sent him more urgently, so that having seen him again, ye may rejoice, and I may be less sorrowful.
29 προσδέχεσθε οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε·
Receive him therefore in the Lord with all gladness, and hold such men esteemed.
30 ὅτι διὰ τὸ ἔργον (τοῦ *k*) (Χριστοῦ *NK(O)*) μέχρι θανάτου ἤγγισεν παραβολευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας.
Because for sake of the work of the Christ he came near the point of death, handing over his life so that he might fill up the deficiency of your service toward me.

< Προς Φιλιππησιους 2 >