< Προς Φιλημονα 1 >

1 Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν
Paul, a prisoner of Christ Jesus, and Timotheus the brother, to Philemon our beloved and fellow-worker,
2 καὶ Ἀπφίᾳ τῇ (ἀδελφῇ *N(K)O*) καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τῇ κατ᾽ οἶκόν σου ἐκκλησίᾳ·
and Apphia the beloved, and Archippus our fellow-soldier, and the assembly in your house:
3 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
Grace to you and peace from God our Father and the Lord Jesus Christ!
4 Εὐχαριστῶ τῷ θεῷ μου πάντοτε μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
I give thanks to my God, always making mention of you in my prayers,
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις (πρὸς *NK(o)*) τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
hearing of your love and faith that you have to the Lord Jesus and toward all the holy ones,
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν (ἡμῖν *N(K)O*) εἰς Χριστόν (Ἰησοῦν. *K*)
that the fellowship of your faith may become working in the full knowledge of every good thing that [is] in you toward Christ Jesus;
7 (χαρὰν *NK(O)*) γὰρ πολλὴν (ἔσχον *N(K)O*) καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
for we have much joy and comfort in your love, because the yearnings of the holy ones have been refreshed through you, brother.
8 Διὸ πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον
For this reason, having in Christ much boldness to command you that which is fit—
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ, τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος Χριστοῦ Ἰησοῦ·
because of the love I rather plead, being such a one as Paul the aged, and now also a prisoner of Jesus Christ;
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς (μου, *K*) Ὀνήσιμον,
I beg you concerning my child—whom I begot in my bonds—Onesimus,
11 τόν ποτέ σοι ἄχρηστον νυνὶ δὲ (καὶ *n*) σοὶ καὶ ἐμοὶ εὔχρηστον,
who once was to you unprofitable, and now is profitable to me and to you,
12 ὃν ἀνέπεμψά (σοι *N(K)O*) (δὲ *k*) αὐτόν, τοῦτ᾽ ἔστιν τὰ ἐμὰ σπλάγχνα (προσλαβοῦ. *K*)
whom I sent again to you—he who is my own heart,
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου·
whom I intended to retain to myself, that in your behalf he might minister to me in the bonds of the good news,
14 χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον.
but apart from your mind I willed to do nothing, so that your good deed may not be as of necessity, but of willingness,
15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς· (aiōnios g166)
for perhaps because of this he departed for an hour, that you may have him continuously, (aiōnios g166)
16 οὐκέτι οὐκέτι ὡς δοῦλον ἀλλ᾽ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ;
no longer as a servant, but above a servant—a beloved brother, especially to me, and how much more to you, both in the flesh and in the LORD!
17 εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
If, then, you have fellowship with me, receive him as me,
18 εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.
and if he did hurt to you, or owes anything, charge this to me;
19 Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
I, Paul, wrote with my hand, I will repay; besides, that I may not say that you also owe to me yourself.
20 ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν (Χριστῷ. *N(K)O*)
Yes, brother, may I have profit of you in the LORD; refresh my yearnings in the LORD;
21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ (ἃ *N(k)O*) λέγω ποιήσεις.
I wrote to you having been confident in your obedience, having known that you will also do above what I may say;
22 ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
and at the same time also prepare for me a lodging, for I hope that through your prayers I will be granted to you.
23 (Ἀσπάζεταί *N(K)O*) σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ,
Epaphras greets you (my fellow-captive in Christ Jesus),
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
Marcus, Aristarchus, Demas, Lucas, my fellow-workmen!
25 ἡ χάρις τοῦ κυρίου (ἡμῶν *KO*) Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν. (ἀμήν. *KO*) (Πρός Φιλήμονα ἐγράφη ἀπό Ῥώμης διά Ὀνησίμου οἰκέτου. *K*)
The grace of our Lord Jesus Christ [is] with your spirit! Amen.

< Προς Φιλημονα 1 >