+ Κατα Ματθαιον 1 >
1 Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαυὶδ υἱοῦ Ἀβραάμ.
第一項 キリスト人性の系圖 アブラハムの裔なるダヴィドの裔イエズス、キリストの系圖。
2 Ἀβραὰμ ἐγέννησεν τὸν Ἰσαάκ· Ἰσαὰκ δὲ ἐγέννησεν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ·
アブラハムイザアクを生み、イザアクヤコブを生み、ヤコブユダと其兄弟等とを生み、
3 Ἰούδας δὲ ἐγέννησεν τὸν Φάρες καὶ τὸν Ζάρα ἐκ τῆς Θαμάρ· Φάρες δὲ ἐγέννησεν τὸν Ἑσρώμ· Ἑσρὼμ δὲ ἐγέννησεν τὸν Ἀράμ·
ユダタマルによりてファレスとザラとを生み、ファレスエスロンを生み、エスロンアラムを生み、
4 Ἀρὰμ δὲ ἐγέννησεν τὸν Ἀμιναδάβ· Ἀμιναδὰβ δὲ ἐγέννησεν τὸν Ναασσών· Ναασσὼν δὲ ἐγέννησεν τὸν Σαλμών·
アラムアミナダブを生み、アミナダブナアソンを生み、ナアソンサルモンを生み、
5 Σαλμὼν δὲ ἐγέννησεν τὸν Βόες ἐκ τῆς Ῥαχάβ· Βόες δὲ ἐγέννησεν τὸν Ἰωβὴδ ἐκ τῆς Ῥούθ· Ἰωβὴδ δὲ ἐγέννησεν τὸν Ἰεσσαί·
サルモンラハブによりてボオズを生み、ボオズルトによりてオベドを生み、オベドイエッセを生み、イエッセダヴィド王を生み、
6 Ἰεσσαὶ δὲ ἐγέννησεν τὸν Δαυὶδ τὸν βασιλέα· Δαυὶδ δὲ (ὁ βασιλεὺς *k*) ἐγέννησεν τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου·
ダヴィド王ウリアの[妻]たりし者によりてサロモンを生み、
7 Σολομὼν δὲ ἐγέννησεν τὸν Ῥοβοάμ· Ῥοβοὰμ δὲ ἐγέννησεν τὸν Ἀβιά· Ἀβιὰ δὲ ἐγέννησεν τὸν Ἀσάφ·
サロモンロボアムを生み、ロボアムアビアを生み、アビアアザを生み、
8 Ἀσὰφ δὲ ἐγέννησεν τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησεν τὸν Ἰωράμ· Ἰωρὰμ δὲ ἐγέννησεν τὸν Ὀζίαν·
アザヨザファトを生み、ヨザファトヨラムを生み、ヨラムオジアを生み、
9 Ὀζίας δὲ ἐγέννησεν τὸν Ἰωαθάμ· Ἰωαθὰμ δὲ ἐγέννησεν τὸν Ἀχάζ· Ἀχὰζ δὲ ἐγέννησεν τὸν Ἑζεκίαν·
オジアヨアタムを生み、ヨアタムアカズを生み、アカズエゼキアを生み、
10 Ἑζεκίας δὲ ἐγέννησεν τὸν Μανασσῆ· Μανασσῆς δὲ ἐγέννησεν τὸν (Ἀμώς· Ἀμὼς *N(k)O*) δὲ ἐγέννησεν τὸν Ἰωσίαν·
エゼキアマナッセを生み、マナッセアモンを生み、アモンヨジアを生み、
11 Ἰωσίας δὲ ἐγέννησεν τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος.
バビロンに移さるる頃ヨジアイエコニアと其兄弟等とを生み、
12 Μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος Ἰεχονίας ἐγέννησεν τὸν Σαλαθιήλ· Σαλαθιὴλ δὲ ἐγέννησεν τὸν Ζοροβαβέλ·
バビロンに移されたる後イエコニアサラチエルを生み、サラチエルゾロバベルを生み、
13 Ζοροβαβὲλ δὲ ἐγέννησεν τὸν Ἀβιούδ· Ἀβιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλιακίμ· Ἐλιακὶμ δὲ ἐγέννησεν τὸν Ἀζώρ·
ゾロバベルアビユドを生み、アビユドエリアキムを生み、エリアキムアゾルを生み、
14 Ἀζὼρ δὲ ἐγέννησεν τὸν Σαδώκ· Σαδὼκ δὲ ἐγέννησεν τὸν Ἀχίμ· Ἀχὶμ δὲ ἐγέννησεν τὸν Ἐλιούδ·
アゾルサドクを生み、サドクアキムを生み、アキムエリユドを生み、
15 Ἐλιοὺδ δὲ ἐγέννησεν τὸν Ἐλεάζαρ· Ἐλεάζαρ δὲ ἐγέννησεν τὸν Ματθάν· Ματθὰν δὲ ἐγέννησεν τὸν Ἰακώβ·
エリユドエレアザルを生み、エレアザルマタンを生み、マタンヤコブを生み、
16 Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός.
ヤコブマリアの夫ヨゼフを生み、此マリアよりキリストと稱するイエズス生れ給へり。
17 Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυὶδ γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ Δαυὶδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες.
然れば歴代は、総てアブラハムよりダヴィドまで十四代、ダヴィドよりバビロンに移さるるまで十四代、バビロンに移されてよりキリストまで十四代[とす]。
18 Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ (γένεσις *N(k)O*) οὕτως ἦν· μνηστευθείσης (γὰρ *k*) τῆς μητρὸς αὐτοῦ Μαρίας τῷ Ἰωσήφ, πρὶν ἢ συνελθεῖν αὐτοὺς εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου.
第二項 ヨゼフとマリアとの婚姻及キリストの誕生 然てキリストの生れ給ひし次第は次の如し。其母マリアヨゼフに聘定せられしに、同居せざる前聖霊によりて懐胎せる事顕れしが、
19 Ἰωσὴφ δὲ ὁ ἀνὴρ αὐτῆς, δίκαιος ὢν καὶ μὴ θέλων αὐτὴν (δειγματίσαι, *N(k)O*) ἐβουλήθη λάθρᾳ ἀπολῦσαι αὐτήν.
夫ヨゼフ義人にして彼を訟ふる事を好まざれば、密に之を離別せんと思へり。
20 Ταῦτα δὲ αὐτοῦ ἐνθυμηθέντος ἰδοὺ ἄγγελος κυρίου κατ᾽ ὄναρ ἐφάνη αὐτῷ λέγων· Ἰωσὴφ υἱὸς Δαυίδ, μὴ φοβηθῇς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.
是等の事を思ひ回らす折しも、主の使彼が夢に現れて云ひけるは、ダヴィドの裔ヨゼフよ、汝の妻マリアを納るる事を懼るる勿れ、蓋彼に胎れるものは聖霊によれり。
21 τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.
彼一子を生まん、汝其名をイエズスと名くべし、其は自己が民を其罪より救ふべければなり、と。
22 Τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ (τοῦ *k*) κυρίου διὰ τοῦ προφήτου λέγοντος·
総て此事の成りしは、主が曾て預言者を以て曰ひし事の成就せん為なり、
23 ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστιν μεθερμηνευόμενον· μεθ᾽ ἡμῶν ὁ θεός.
曰く「看よ童貞女懐胎して一子を生まん、其名はエンマヌエルと稱へられん」と。エンマヌエルとは我等と偕に在す神の義なり。
24 (Ἐγερθεὶς *N(k)O*) δὲ ὁ Ἰωσὴφ ἀπὸ τοῦ ὕπνου ἐποίησεν ὡς προσέταξεν αὐτῷ ὁ ἄγγελος κυρίου· καὶ παρέλαβεν τὴν γυναῖκα αὐτοῦ
ヨゼフ睡より起きて、主の使より命ぜられし如くにして其妻を納れしが、
25 καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἔτεκεν (τὸν *k*) υἱόν (αὐτῆς τὸν πρωτότοκον, *K*) καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰησοῦν.
牀を偕にせずして家子を生むに至れり、而して其子の名をイエズスと名けたり。