< Κατα Ματθαιον 9 >

1 Καὶ ἐμβὰς εἰς (τὸ *k*) πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.
And he entered the ship, and passed over and came to his own city.
2 καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον. καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπεν τῷ παραλυτικῷ· θάρσει τέκνον, (ἀφίενταί *N(k)O*) (σοί *k*) σου αἱ ἁμαρτίαι.
And they brought to him a paralytic, lying on a bed. And Jesus saw their faith, and said to the paralytic: Take courage, my son; thy sins are forgiven thee.
3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπαν ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ.
And some of the Scribes said in their minds, This man blasphemeth.
4 καὶ (ἰδὼν *NK(o)*) ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἱνατί ἱνατί (ὑμεῖς *k*) ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν;
But Jesus knew their thoughts: and he said to them, Why do ye think evil things in your heart?
5 τί γάρ ἐστιν εὐκοπώτερον· εἰπεῖν· (ἀφίενταί σου *N(k)O*) αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· (ἔγειρε *N(k)O*) καὶ περιπάτει;
For, which is the easier, to say, Thy sins are forgiven thee; or to say, Arise and walk?
6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, τότε λέγει τῷ παραλυτικῷ· (ἐγερθεὶς *NK(o)*) ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
But that ye may know that the Son of man hath authority on earth to forgive sins, he said to the paralytic: Arise, take up thy bed, and go to thy home.
7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
And he arose and went to his home.
8 ἰδόντες δὲ οἱ ὄχλοι (ἐφοβήθησαν *N(K)O*) καὶ ἐδόξασαν τὸν θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.
And when the multitudes saw it, they were struck with awe; and they praised God, who had given authority like this to men.
9 Καὶ παράγων ὁ Ἰησοῦς ἐκεῖθεν εἶδεν ἄνθρωπον καθήμενον ἐπὶ τὸ τελώνιον, Μαθθαῖον λεγόμενον, καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
And as Jesus passed on from there, he saw a man sitting at the custom-house, whose name was Matthew. And he said to him, Follow me: and he arose and followed him.
10 καὶ ἐγένετο αὐτοῦ ἀνακειμένου ἐν τῇ οἰκίᾳ, καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ.
And as they were reclining in a house, many publicans an sinners came and reclined with Jesus and his disciples.
11 καὶ ἰδόντες οἱ Φαρισαῖοι (ἔλεγον *N(k)O*) τοῖς μαθηταῖς αὐτοῦ· διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν;
And when the Pharisees saw it they said to his disciples, Why doth your Rabbi eat with publicans and sinners?
12 ὁ δὲ (Ἰησοῦς *ko*) ἀκούσας εἶπεν (αὐτοῖς· *k*) οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες.
And as Jesus heard it, he said to them: They who are in health have no need of a physician, but they that are very sick.
13 πορευθέντες δὲ μάθετε τί ἐστιν· ἔλεος θέλω καὶ οὐ θυσίαν· οὐ γὰρ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλούς (εἰς μετάνοιαν. *K*)
Go and learn what that is: I require compassion, and not a sacrifice! For I did not come to call the righteous, but the sinful.
14 Τότε προσέρχονται αὐτῷ οἱ μαθηταὶ Ἰωάννου λέγοντες· διὰ τί ἡμεῖς καὶ οἱ Φαρισαῖοι νηστεύομεν πολλά, οἱ δὲ μαθηταί σου οὐ νηστεύουσιν;
Then came to him the disciples of John, and said: Why do we and the Pharisees fast much and thy disciples fast not?
15 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος πενθεῖν ἐφ᾽ ὅσον μετ᾽ αὐτῶν ἐστιν ὁ νυμφίος; ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν.
Jesus said to them: Can the children of the nuptial chamber fast, so long as the bridegroom is with them? But the days will come when the bridegroom will be taken from them, and then they will fast.
16 οὐδεὶς δὲ ἐπιβάλλει ἐπίβλημα ῥάκους ἀγνάφου ἐπὶ ἱματίῳ παλαιῷ· αἴρει γὰρ τὸ πλήρωμα αὐτοῦ ἀπὸ τοῦ ἱματίου, καὶ χεῖρον σχίσμα γίνεται.
No one inserteth a piece of new cloth on an old garment; lest that which filleth up, tear from that garment, and the rent become greater.
17 οὐδὲ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήγνυνται οἱ ἀσκοί, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοὶ (ἀπόλλυνται. *N(k)O*) ἀλλὰ βάλλουσιν οἶνον νέον εἰς ἀσκοὺς καινούς, καὶ (ἀμφότεροι *N(k)O*) συντηροῦνται.
And they do not put new wine into old sacks; lest the sacks burst, and the wine run out, and the sacks perish. But they put new wine into new sacks and they are both preserved.
18 Ταῦτα αὐτοῦ λαλοῦντος αὐτοῖς ἰδοὺ ἄρχων εἷς (ἐλθὼν *NK(o)*) προσεκύνει αὐτῷ λέγων ὅτι ἡ θυγάτηρ μου ἄρτι ἐτελεύτησεν· ἀλλ᾽ ἐλθὼν ἐπίθες τὴν χεῖρά σου ἐπ᾽ αὐτήν, καὶ ζήσεται.
And while he was thus discoursing with them a certain ruler came, drew near, worshipped him and said: My daughter is already dead, but come lay thy hand upon her, and she will live.
19 καὶ ἐγερθεὶς ὁ Ἰησοῦς (ἠκολούθησεν *NK(o)*) αὐτῷ καὶ οἱ μαθηταὶ αὐτοῦ.
And Jesus rose up, and his disciples; and they followed him.
20 καὶ ἰδοὺ γυνὴ αἱμορροοῦσα δώδεκα ἔτη προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ.
And behold, a woman whose blood had flowed fourteen years, came up behind him, and touched the extremity of his robe:
21 ἔλεγεν γὰρ ἐν ἑαυτῇ· ἐὰν μόνον ἅψωμαι τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι.
for she had said in her mind, If I but touch his garment I shall be cured.
22 Ὁ δὲ Ἰησοῦς (στραφεὶς *N(k)O*) καὶ ἰδὼν αὐτὴν εἶπεν· θάρσει θύγατερ, ἡ πίστις σου σέσωκέν σε. καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
And Jesus turned himself, looked at her, and said to her: Take courage, my daughter; thy faith hath given thee life. And the woman was cured from that very hour.
23 καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν τοῦ ἄρχοντος καὶ ἰδὼν τοὺς αὐλητὰς καὶ τὸν ὄχλον θορυβούμενον
And Jesus came to the house of the ruler: and he saw there pipers, and multitudes making outcry.
24 (ἔλεγεν *N(k)O*) (αὐτοῖς· *k*) ἀναχωρεῖτε, οὐ γὰρ ἀπέθανεν τὸ κοράσιον ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ.
And he said to them: Retire; for the maid is not dead, but sleepeth. And they scoffed at him.
25 ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
And when he had ejected the throngs, he entered in, and took her by the hand, and the maid rose up.
26 καὶ ἐξῆλθεν ἡ φήμη αὕτη εἰς ὅλην τὴν γῆν ἐκείνην.
And the fame of this thing spread in all that land.
27 Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, (υἱὸς *N(k)O*) Δαυίδ.
And when Jesus had passed from there, two blind men followed after him, and said: Have mercy on us, Thou Son of David!
28 ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναὶ κύριε.
And when he had entered a house, those blind men approached him, and Jesus said to them: Believe ye that I am able to do this? They said to him, Yes, our Lord.
29 τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.
Then he touched their eyes, and said: As ye have believed, so shall it be to you.
30 καὶ ἠνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί. καὶ (ἐνεβριμήθη *N(k)O*) αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω.
And forthwith their eyes were opened. And Jesus charged them and said: See, that no man know of it.
31 οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ.
But they went out and spread the fame of it in all that land.
32 Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον.
And as Jesus went out, they brought to him a dumb man in whom was a demon.
33 καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός. καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες (ὅτι· *k*) οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
And when the demon had gone out, the dumb man conversed. And the multitudes admired, and said: Never was it so seen in Israel!
34 οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
But the Pharisees said: It is by the Prince of demons, he casteth out demons.
35 Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν (ἐν τῷ λαῷ. *K*)
And Jesus traveled over all the cities and the villages: and he taught in their synagogues, and proclaimed the tidings of the kingdom, and healed all diseases and all pains.
36 Ἰδὼν δὲ τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν (ἐσκυλμένοι *N(K)O*) καὶ ἐρριμμένοι (ὡσεὶ *NK(o)*) πρόβατα μὴ ἔχοντα ποιμένα.
And when Jesus looked on the multitudes, he pitied them; because they were wearied and dispersed, like sheep that have no shepherd.
37 Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι·
And he said to his disciples, The harvest is great, and the laborers few.
38 δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ.
Entreat, therefore, of the Lord of the harvest, that he would send laborers into his harvest.

< Κατα Ματθαιον 9 >