< Κατα Ματθαιον 6 >
1 Προσέχετε (δὲ *no*) τὴν (δικαιοσύνην *N(K)O*) ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς· εἰ δὲ μή γε, μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς.
Take heed not to do your alms before men to be seen of them, otherwise ye have no reward with your Father who is in the heavens.
2 Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. ἀμὴν λέγω ὑμῖν· ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
When therefore thou doest alms, sound not a trumpet before thee, as the hypocrites do in the synagogues and in the streets, so that they may have glory from men. Verily I say unto you, They have their reward.
3 σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου
But thou, when thou doest alms, let not thy left hand know what thy right hand does;
4 ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ. καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ (αὑτὸς *k*) ἀποδώσει σοι (ἐν τῷ φανερῷ. *K*)
so that thine alms may be in secret, and thy Father who sees in secret will render [it] to thee.
5 Καὶ ὅταν (προσεύχησθε, *N(K)O*) οὐκ (ἔσεσθε *N(K)O*) (ὡς *N(k)O*) οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ὅπως (ἂν *k*) φανῶσιν τοῖς ἀνθρώποις. ἀμὴν λέγω ὑμῖν (ὅτι· *k*) ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
And when thou prayest, thou shalt not be as the hypocrites; for they love to pray standing in the synagogues and in the corners of the streets so that they should appear to men. Verily I say unto you, They have their reward.
6 σὺ δέ, ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου, καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ. καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι (ἐν τῷ φανερῷ. *K*)
But thou, when thou prayest, enter into thy chamber, and having shut thy door, pray to thy Father who is in secret, and thy Father who sees in secret will render [it] to thee.
7 προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί· δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται.
But when ye pray, use not vain repetitions, as those who are of the nations: for they think they shall be heard through their much speaking.
8 μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς· οἶδεν γὰρ (ὁ θεὸς *O*) ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν.
Be not ye therefore like them, for your Father knows of what things ye have need before ye beg [anything] of him.
9 Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου·
Thus therefore pray ye: Our Father who art in the heavens, let thy name be sanctified,
10 ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ (τῆς *k*) γῆς·
let thy kingdom come, let thy will be done as in heaven so upon the earth;
11 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον·
give us to-day our needed bread,
12 καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς (ἀφήκαμεν *N(k)O*) τοῖς ὀφειλέταις ἡμῶν·
and forgive us our debts, as we also forgive our debtors,
13 καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ (ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοῦς αἰῶνας *K*) (ἀμήν. *KO*)
and lead us not into temptation, but save us from evil.
14 ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος.
For if ye forgive men their offences, your heavenly Father also will forgive you [yours],
15 ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις (τὰ *ko*) (παραπτώματα αὐτῶν, *KO*) οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν.
but if ye do not forgive men their offences, neither will your Father forgive your offences.
16 Ὅταν δὲ νηστεύητε, μὴ γίνεσθε (ὡς *N(k)O*) οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες. ἀμὴν λέγω ὑμῖν (ὅτι· *k*) ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
And when ye fast, be not as the hypocrites, downcast in countenance; for they disfigure their faces, so that they may appear fasting to men: verily I say unto you, They have their reward.
17 σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι
But thou, [when] fasting, anoint thy head and wash thy face,
18 ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ (κρυφαίῳ. *N(k)O*) καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ (κρυφαίῳ *N(k)O*) ἀποδώσει σοι (ἐν τῷ φανερῷ. *K*)
so that thou mayest not appear fasting unto men, but to thy Father who is in secret; and thy Father who sees in secret shall render [it] to thee.
19 Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν·
Lay not up for yourselves treasures upon the earth, where moth and rust spoils, and where thieves dig through and steal;
20 θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν·
but lay up for yourselves treasures in heaven, where neither moth nor rust spoils, and where thieves do not dig through nor steal;
21 ὅπου γάρ ἐστιν ὁ θησαυρός (σου, *N(k)O*) ἐκεῖ ἔσται καὶ ἡ καρδία (σου. *N(k)O*)
for where thy treasure is, there will be also thy heart.
22 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός. ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς, ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται·
The lamp of the body is the eye; if therefore thine eye be single, thy whole body will be light:
23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν, τὸ σκότος πόσον.
but if thine eye be wicked, thy whole body will be dark. If therefore the light that is in thee be darkness, how great the darkness!
24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
No one can serve two masters; for either he will hate the one and will love the other, or he will hold to the one and despise the other. Ye cannot serve God and mammon.
25 Διὰ τοῦτο λέγω ὑμῖν· μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε (ἢ *N(k)O*) τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε. οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστιν τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος;
For this cause I say unto you, Do not be careful about your life, what ye should eat and what ye should drink; nor for your body what ye should put on. Is not the life more than food, and the body than raiment?
26 ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν;
Look at the birds of the heaven, that they sow not, nor reap, nor gather into granaries, and your heavenly Father nourishes them. Are ye not much more excellent than they?
27 τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα;
But which of you by carefulness can add to his growth one cubit?
28 καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς (αὐξάνουσιν· *N(k)O*) οὐ (κοπιῶσιν *N(k)O*) οὐδὲ (νήθουσιν. *N(k)O*)
And why are ye careful about clothing? Observe with attention the lilies of the field, how they grow: they toil not, neither do they spin;
29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.
but I say unto you, that not even Solomon in all his glory was clothed as one of these.
30 εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;
But if God so clothe the herbage of the field, which is to-day, and to-morrow is cast into [the] oven, will he not much rather you, O [ye] of little faith?
31 μὴ οὖν μεριμνήσητε λέγοντες· τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα;
Be not therefore careful, saying, What shall we eat? or What shall we drink? or What shall we put on?
32 πάντα γὰρ ταῦτα τὰ ἔθνη (ἐπιζητοῦσιν· *N(k)O*) οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων.
for all these things the nations seek after; for your heavenly Father knows that ye have need of all these things.
33 ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
But seek ye first the kingdom of God and his righteousness, and all these things shall be added unto you.
34 μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει (τὰ *k*) ἑαυτῆς. ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.
Be not careful therefore for the morrow, for the morrow shall be careful about itself. Sufficient to the day [is] its own evil.