< Κατα Ματθαιον 4 >

1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.
Then Jesus was led up into the wilderness by the Spirit to be tempted by the devil.
2 καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν.
After fasting for forty days and forty nights, he was hungry.
3 καὶ προσελθὼν ὁ πειράζων εἶπεν αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, (εἰπὲ *NK(O)*) ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Then the tempter came up to him and said, “If yoʋ are the Son of God, command these stones to become bread.”
4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· γέγραπται· οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται (ὁ *no*) ἄνθρωπος, ἀλλ᾽ (ἐπὶ *NK(o)*) παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.
But Jesus answered, “It is written, ‘Man shall not live by bread alone, but by every word that comes from the mouth of God.’”
5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν καὶ (ἔστησεν *N(k)O*) αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ
Then the devil took him to the holy city, set him on the pinnacle of the temple,
6 καὶ λέγει αὐτῷ· εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσίν σε μήποτε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
and said to him, “If yoʋ are the Son of God, throw yoʋrself down, for it is written, ‘He will command his angels concerning yoʋ,’ and, ‘In their hands they will lift yoʋ up, so that yoʋ do not strike yoʋr foot against a stone.’”
7 ἔφη αὐτῷ ὁ Ἰησοῦς· πάλιν γέγραπται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
Jesus said to him, “Again it is written, ‘Yoʋ shall not put the Lord yoʋr God to the test.’”
8 Πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
Again, the devil took him to a very high mountain and showed him all the kingdoms of the world and their glory.
9 καὶ (εἶπεν *N(k)O*) αὐτῷ· ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.
And he said to him, “All these things I will give yoʋ, if yoʋ will fall down and worship me.”
10 Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ὕπαγε (ὀπίσω μου *O*) σατανᾶ· γέγραπται γάρ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Then Jesus said to him, “Get behind me, Satan! For it is written, ‘Yoʋ shall worship the Lord yoʋr God, and him only shall yoʋ serve.’”
11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.
Then the devil left him, and behold, angels came and ministered to him.
12 Ἀκούσας δὲ (ὁ Ἰησοῦς *k*) ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν.
Now when Jesus heard that John had been put in prison, he withdrew to Galilee.
13 καὶ καταλιπὼν τὴν Ναζαρά, ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλίμ,
And leaving Nazareth, he went and dwelt at Capernaum by the sea, in the region of Zebulun and Naphtali,
14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
so that what had been spoken by the prophet Isaiah might be fulfilled:
15 γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,
“Land of Zebulun and land of Naphtali, way of the sea, beyond the Jordan, Galilee of the Gentiles,
16 ὁ λαὸς ὁ καθήμενος ἐν (σκότει *NK(o)*) φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.
the people sitting in darkness have seen a great light, and on those sitting in the region and shadow of death light has dawned.”
17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
From that time Jesus began to preach, “Repent, for the kingdom of heaven has drawn near.”
18 Περιπατῶν δὲ (ὁ Ἰησοῦς *k*) παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
As Jesus was walking by the Sea of Galilee, he saw two brothers, Simon (who is called Peter) and Andrew his brother, casting a net into the sea, for they were fishermen.
19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
Jesus said to them, “Follow me, and I will make you fishers of men.”
20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.
So they immediately left their nets and followed him.
21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς.
Going on from there, he saw two other brothers, James the son of Zebedee and John his brother, in the boat with their father Zebedee, mending their nets, and he called them.
22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
So they immediately left the boat and their father and followed him.
23 Καὶ περιῆγεν (ἐν *no*) (ὅλῃ τῇ Γαλιλαίᾳ *N(k)O*) (ὁ Ἰησοῦς *ko*) διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Then Jesus went throughout all of Galilee, teaching in their synagogues, preaching the gospel of the kingdom, and healing every disease and every sickness among the people.
24 Καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.
So the news about him went out into all of Syria, and the people brought to him all who were sick with various diseases, those suffering severe pain, the demon-possessed, epileptics, and paralytics. And he healed them.
25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.
And large crowds followed him from Galilee, the Decapolis, Jerusalem, Judea, and from beyond the Jordan.

< Κατα Ματθαιον 4 >