< Κατα Ματθαιον 3 >
1 Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
Now in those days comes John the baptist, preaching in the wilderness of Judaea,
2 καὶ λέγων· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
and saying, Repent, for the kingdom of the heavens has drawn nigh.
3 οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς (διὰ *N(k)O*) Ἠσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
For this is he who has been spoken of through Esaias the prophet, saying, Voice of him that crieth in the wilderness: prepare ye the way of [the] Lord, make straight his paths.
4 Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
And John himself had his garment of camel's hair, and a leathern girdle about his loins, and his nourishment was locusts and wild honey.
5 Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
Then went out to him Jerusalem, and all Judaea, and all the country round the Jordan,
6 καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ (ποταμῷ *no*) ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
and were baptised by him in the Jordan, confessing their sins.
7 Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
But seeing many of the Pharisees and Sadducees coming to his baptism, he said to them, Offspring of vipers, who has forewarned you to flee from the coming wrath?
8 ποιήσατε οὖν (καρπὸν ἄξιον *N(k)O*) τῆς μετανοίας.
Produce therefore fruit worthy of repentance.
9 καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
And do not think to say within yourselves, We have Abraham for [our] father; for I say unto you, that God is able of these stones to raise up children to Abraham.
10 Ἤδη δὲ (καὶ *k*) ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
And already the axe is applied to the root of the trees; every tree therefore not producing good fruit is cut down and cast into the fire.
11 ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστὶν οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
I indeed baptise you with water to repentance, but he that comes after me is mightier than I, whose sandals I am not fit to bear; he shall baptise you with [the] Holy Spirit and fire;
12 οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην (αὐτοῦ, *o*) τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
whose winnowing fan [is] in his hand, and he shall thoroughly purge his threshing-floor, and shall gather his wheat into the garner, but the chaff he will burn with fire unquenchable.
13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ.
Then comes Jesus from Galilee to the Jordan to John, to be baptised of him;
14 ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
but John urgently forbad him, saying, I have need to be baptised of thee; and comest thou to me?
15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς (αὐτόν· *NK(o)*) ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
But Jesus answering said to him, Suffer [it] now; for thus it becometh us to fulfil all righteousness. Then he suffers him.
16 (Καὶ *k*) Βαπτισθεὶς (δὲ *no*) ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος. καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν.
And Jesus, having been baptised, went up straightway from the water, and lo, the heavens were opened to him, and he saw the Spirit of God descending as a dove, and coming upon him:
17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.
and behold, a voice out of the heavens saying, This is my beloved Son, in whom I have found my delight.