< Κατα Ματθαιον 28 >
1 Ὀψὲ δὲ σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων ἦλθεν Μαριὰμ ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον.
日既過,一週的第一天,天快亮時,瑪利亞瑪達肋納和另一個瑪利亞來看墳墓。
2 καὶ ἰδοὺ σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ κυρίου καταβὰς ἐξ οὐρανοῦ (καὶ *no*) προσελθὼν ἀπεκύλισεν τὸν λίθον (ἀπὸ τῆς θύρας *K*) καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
忽然發生了大地震,因為上主的天使從上天降來,上前把石頭滾開,坐在上面。
3 ἦν δὲ ἡ εἰδέα αὐτοῦ (ὡς *NK(o)*) ἀστραπὴ καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν (ὡς *N(k)O*) χιών.
他的容貌好像閃電,他的衣服潔白如雪。
4 ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες καὶ (ἐγενήθησαν ὡς *N(k)O*) νεκροί.
看守的人由於怕衪,嚇得打顫,變得好像死人一樣。
5 Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν· μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε.
天使對婦女說道:「妳們不要害怕!我知道妳們尋找被釘死的耶穌。
6 οὐκ ἔστιν ὧδε· ἠγέρθη γὰρ καθὼς εἶπεν. δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο (ὁ κύριος. *KO*)
衪不在這裏,因為衪已經照衪所說的復活了。妳們來看看安放過衪的地方;
7 καὶ ταχὺ πορευθεῖσαι εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε. ἰδοὺ εἶπον ὑμῖν.
並且快去對衪的門徒說:衪已經由死者中復活了。看,衪在你們以先往加利肋亞去,在那裏你們要看見衪。看,我已經告訴了妳們。」
8 Καὶ (ἀπελθοῦσαι *N(k)O*) ταχὺ ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
她們趕快離開墳墓,又恐懼又異常喜樂,去報告衪的門徒。
9 (Ὡς δὲ ἐπορεύοντο ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ *K*) καὶ ἰδοὺ (ὁ *ko*) Ἰησοῦς (ὑπήντησεν *N(k)O*) αὐταῖς λέγων· χαίρετε. αἱ δὲ προσελθοῦσαι ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
忽然,耶穌迎上妳們說:「願妳們平安!」好們遂上前抱住耶穌的腳,朝拜了衪。
10 Τότε λέγει αὐταῖς ὁ Ἰησοῦς· μὴ φοβεῖσθε· ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν κἀκεῖ κἀκεῖ με ὄψονται.
耶穌對你們說:「不要害怕!妳們去,報告我的兄弟,叫他們往加利肋亞去,他們要在那裏看見我。」
11 Πορευομένων δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
當婦女離去的時候,有幾個看守的兵士來到城裏,把所發生的事,全告訴了司祭長。
12 καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων συμβούλιόν τε λαβόντες ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
司祭長就同長老聚會商議之後,給了兵士許多錢,
13 λέγοντες· εἴπατε ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων.
囑咐他們說:「你們就說:我們睡覺的時候,他的門徒夜間來了,把他偷去了。
14 καὶ ἐὰν ἀκουσθῇ τοῦτο (ἐπὶ *NK(o)*) τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν αὐτὸν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.
如果這事為總督聽見,有我們說好話,保營你們無事。」
15 Οἱ δὲ λαβόντες τὰ ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον (ἡμέρας. *no*)
兵士拿了銀錢,就照他們所囑咐的做了。這消息就在猶太人間傳揚開了,一直到今天。
16 Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ Ἰησοῦς.
十一個門徒就往加利肋亞,到耶穌給他們所指定的山上去了。
17 καὶ ἰδόντες αὐτὸν προσεκύνησαν (αὐτῷ, *k*) οἱ δὲ ἐδίστασαν.
他們一看見衪,就朝拜了衪,雖然有人還心中疑惑。
18 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων· ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ (τῆς *no*) γῆς.
耶穌便上前對他們說:「天上地下的一切權柄都交給了我,
19 πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθνη (βαπτίζοντες *NK(o)*) αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
所以你們要去使萬民成為門徒,因父及子及聖神之名給他們授洗
20 διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾽ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. (ἀμήν *KO*) (aiōn )
教訓他們遵守我所份咐你們的一切。看,我同你們天天在一起,直到今世的終結。」 (aiōn )