< Κατα Ματθαιον 18 >
1 Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν;
2 καὶ προσκαλεσάμενος (ὁ Ἰησοῦς *k*) παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν
3 καὶ εἶπεν· ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
4 ὅστις οὖν (ταπεινώσει *N(k)O*) ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
5 καὶ ὃς (ἐὰν *NK(o)*) δέξηται ἓν παιδίον (τοιοῦτο *N(k)O*) ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6 ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς (περὶ *N(k)(o)*) τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης.
7 Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γὰρ (ἐστιν *ko*) ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ (ἐκείνῳ *k*) δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται.
8 εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον (αὐτὸν *N(K)O*) καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλὸν ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. (aiōnios )
9 καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. (Geenna )
10 Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
11 (ἦλθεν *KO*) (γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. *K*)
12 Τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ (ἀφήσει *N(k)O*) τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη, (καὶ *no*) πορευθεὶς ζητεῖ τὸ πλανώμενον;
13 καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις.
14 οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς (ὑμῶν *NK(O)*) τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται (ἓν *N(k)O*) τῶν μικρῶν τούτων.
15 Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε (καὶ *k*) ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου.
16 ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα.
17 ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ. ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης.
18 Ἀμὴν λέγω ὑμῖν· ὅσα (ἐὰν *NK(o)*) δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν (τῷ *ko*) οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν (τῷ *ko*) οὐρανῷ.
19 Πάλιν (ἀμὴν *NO*) λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν (ἐξ *no*) ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
20 οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21 Τότε προσελθὼν ὁ Πέτρος εἶπεν αὐτῷ· κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;
22 Λέγει αὐτῷ ὁ Ἰησοῦς· οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά.
23 Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
24 ἀρξαμένου δὲ αὐτοῦ συναίρειν (προσηνέχθη *NK(o)*) αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
25 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος (αὐτοῦ *k*) πραθῆναι καὶ τὴν γυναῖκα (αὐτοῦ *ko*) καὶ τὰ τέκνα καὶ πάντα ὅσα (ἔχει *N(k)O*) καὶ ἀποδοθῆναι.
26 Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· (κύριε, *ko*) μακροθύμησον ἐπ᾽ (ἐμοί, *NK(o)*) καὶ πάντα ἀποδώσω σοι.
27 Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτὸν καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ.
28 ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ἀπόδος (μοι *k*) (εἴ *N(k)O*) τι ὀφείλεις.
29 πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ (εἰς τοὺς πόδας αὐτοῦ *K*) παρεκάλει αὐτὸν λέγων· μακροθύμησον ἐπ᾽ (ἐμοί, *NK(o)*) καὶ (πάντα *K*) ἀποδώσω σοι.
30 ὁ δὲ οὐκ ἤθελεν, ἀλλ᾽ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως (οὗ *ko*) ἀποδῷ τὸ ὀφειλόμενον.
31 Ἰδόντες (οὖν *N(k)O*) οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ (ἑαυτῶν *N(k)O*) πάντα τὰ γενόμενα.
32 Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ἐπεὶ παρεκάλεσάς με.
33 οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ὡς κἀγὼ κἀγὼ σὲ ἠλέησα;
34 Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον (αὐτῷ. *ko*)
35 οὕτως καὶ ὁ πατήρ μου ὁ (οὐράνιος *N(k)O*) ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν (τὰ παραπτώματα αὐτῶν. *K*)