< Κατα Ματθαιον 17 >

1 Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν.
And after six days, Jesus taketh Peter, and James, and John his brother, and bringeth them up to a high mountain apart;
2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ (ἐγένετο *NK(o)*) λευκὰ ὡς τὸ φῶς.
and was transfigured before them: and his face shone like the sun, and his raiment became white as the light.
3 καὶ ἰδοὺ (ὤφθη *N(k)O*) αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ᾽ αὐτοῦ.
And they saw Moses and Elias talking with Him.
4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ θέλεις, (ποιήσω *N(K)O*) ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν.
Then Peter said unto Jesus, Lord, it is good for us to be here: if thou pleasest, let us make three tabernacles here, one for Thee, and one for Moses, and one for Elias.
5 Ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ.
And as he was speaking, lo a bright cloud overshadowed them, and a voice out of the cloud, saying, This is my beloved Son, in whom I am well pleased; hear ye Him.
6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
And when the disciples heard it, they fell on their face, and were sore afraid.
7 καὶ (προσῆλθεν *N(k)O*) ὁ Ἰησοῦς, καὶ (ἁψάμενος *N(k)O*) αὐτῶν εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
But Jesus came and touched them and said, Rise up and be not afraid.
8 ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ (αὐτὸν *N(k)O*) Ἰησοῦν μόνον.
And when they lifted up their eyes, they saw none but Jesus only.
9 Καὶ καταβαινόντων αὐτῶν (ἐκ *N(k)O*) τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν (ἐγερθῇ. *N(k)O*)
And as they came down from the mountain, Jesus charged them, saying, Tell the vision to no one, till the Son of man be risen from the dead.
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ (αὐτοῦ *ko*) λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
And his disciples asked Him, saying, Why then do the scribes say, that Elias must first come?
11 Ὁ δὲ (Ἰησοῦς *k*) ἀποκριθεὶς εἶπεν (αὐτοῖς· *k*) Ἠλίας μὲν ἔρχεται (πρῶτον *K*) καὶ ἀποκαταστήσει πάντα·
Jesus said unto them, Elias doth indeed come first, and shall set all things right.
12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλ᾽ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾽ αὐτῶν.
But I tell you that Elias is come already, and they knew him not, but did what they pleased to him: and so is the Son of man to suffer by them.
13 τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Then the disciples understood that He spake to them of John the baptist.
14 Καὶ ἐλθόντων (αὐτῶν *k*) πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν (αὐτὸν *N(k)O*) καὶ λέγων·
And when they were come to the multitude, there came to Him a man kneeling down and saying,
15 κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς (πάσχει· *NK(O)*) πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ.
Lord, have compassion upon my son, for he is lunatic and grievously afflicted; for he often falleth into the fire, and often into the water.
16 καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
And I brought him to thy disciples, and they could not heal him.
17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ᾽ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε.
Then Jesus answered and said, O unbelieving and perverse generation, how long shall I be with you? how long shall I bear with you?
18 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾽ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Bring him here to me. And when Jesus rebuked him, the demon departed out of him, and the child was cured from that time.
19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον· διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Then came the disciples to Jesus in private, and said, Why could not we cast him out?
20 Ὁ δὲ (Ἰησοῦς *k*) (λέγει *N(k)O*) αὐτοῖς· διὰ τὴν (ὀλιγοπιστίαν *N(K)O*) ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβα (ἔνθεν *N(k)O*) ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
And Jesus said unto them, because of your unbelief: for verily I tell you, if ye had but faith as a grain of mustard-seed, ye might say to this mountain, Remove from hence thither, and it shall remove: and nothing would be impossible to you.
21 (Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. *KO*)
But this kind is not to be cast out but by prayer and fasting.
22 (Συστρεφομένων *N(K)O*) δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
And while they were in Galilee, Jesus said unto them, the Son of man is to be delivered into the hands of men:
23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
and they will put Him to death, and the third day He shall be raised again. And they were exceedingly grieved.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
And when they were come to Capernaum, the receivers of the tribute-money came to Peter and said, Doth not your master pay tribute? Yes, saith he.
25 λέγει· ναί. καὶ (ὅτε *k*) (ἐλθόντα *N(k)O*) εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;
And when he came into the house, Jesus prevented him and said, What thinkest thou, Simon? Of whom do the kings of the earth take custom or tribute? Of their own children, or of other people?
26 (εἰπόντος *N(k)O*) (δὲ *no*) (αὐτῷ ὁ Πέτρος *k*) ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
Peter saith unto Him, Of others. Jesus answered him, Then are the children free:
27 ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς (τὴν *k*) θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν (ἀναβάντα *NK(o)*) πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα. ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
but that we may not give them offence, go to the sea-side and throw in a hook, and take the first fish that comes up, and open its mouth, and thou shalt find a piece of money: that take and give them for me and thee.

< Κατα Ματθαιον 17 >