< Κατα Ματθαιον 12 >
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
安息日那天,耶稣走过麦田,门徒们饿了,就摘了些麦穗来吃。
2 οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ.
法利赛人看到便对耶稣说:“你看,你的门徒做了安息日不可做的事。”
3 Ὁ δὲ εἶπεν αὐτοῖς· οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν (αὐτὸς *k*) καὶ οἱ μετ᾽ αὐτοῦ;
但耶稣对他们说:“大卫和他的人在饥饿时做什么,你们没有念过吗?
4 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως (ἔφαγον, *N(K)O*) (ὃ *N(k)O*) οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ᾽ αὐτοῦ εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
他走进上帝的上帝殿,吃下了只有牧师才能吃的圣饼,而他们其实并不允许这样做。
5 Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν;
律法书中写道:‘在安息日,在殿里供职的牧师即使触犯了安息日规定,也不算有罪。’你们也没有读过吗?
6 λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ (μεῖζόν *N(k)O*) ἐστιν ὧδε.
让我告诉你们,这里有一位比圣殿更伟大之人。
7 εἰ δὲ ἐγνώκειτε τί ἐστιν· (ἔλεος *N(k)O*) θέλω καὶ οὐ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
经文中说:‘我要的是怜悯,不是献祭。’如果你明白这句话的意思,就不会认为无罪之人有罪。
8 κύριος γάρ ἐστιν (καί *k*) τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
因为人子是安息日的主。”
9 Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
然后耶稣离开,来到他们的会堂。
10 καὶ ἰδοὺ ἄνθρωπος (ἦν τὴν *k*) χεῖρα ἔχων ξηράν· καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· εἰ ἔξεστιν τοῖς σάββασιν (θεραπεῦσαι; *N(k)O*) ἵνα κατηγορήσωσιν αὐτοῦ.
会堂里有个人的一只手已经残疾。有人问耶稣:“在安息日治病可以吗?”但他这样问,只是想找理由控诉耶稣。
11 Ὁ δὲ εἶπεν αὐτοῖς· τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἓν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
耶稣回答:“假设你有一只羊,在安息日掉进坑里,你难道不把它抓住拉上来吗?
12 πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν.
难道你不觉得人比羊更贵重吗?所以,在安息日行善是允许的。”
13 Τότε λέγει τῷ ἀνθρώπῳ· ἔκτεινόν σου τὴν χεῖρα. καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη.
然后他对那残疾之人说:“伸出手来!”手残之人一伸手就复原了,和另一只手别无二致。
14 Ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
但法利赛人却走出去,开始密谋如何杀掉耶稣。
15 Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας
耶稣知道了,就离开那里,大批民众都跟随他。他医好所有人,
16 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν,
但嘱咐他们不可张扬他所做的一切。
17 (ἵνα *N(k)O*) πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος·
这就应验了以赛亚先知所说:
18 ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου (εἰς ὃν *NK(o)*) εὐδόκησεν ἡ ψυχή μου. θήσω τὸ πνεῦμά μου ἐπ᾽ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
“这便是上帝所选的仆人, 是我所爱之人,让我心生喜悦之人。 我会把我的灵赐给他, 他必向异教徒宣扬正道。
19 οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
他不争论,不喧嚷,街上无人能听见他的声音。
20 κάλαμον συντετριμμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
他不会折断残破的芦苇, 不会吹灭将残的灯芯, 但他终会证明使他的审判为正道。
21 καὶ (ἐν *k*) τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
异教徒都要对他寄以厚望。”
22 Τότε (προσηνέχθη *NK(O)*) αὐτῷ (δαιμονιζόμενος τυφλὸς *NK(O)*) καὶ (κωφός, *NK(O)*) καὶ ἐθεράπευσεν αὐτὸν ὥστε τὸν (τυφλὸν καὶ *k*) κωφὸν (καὶ *k*) λαλεῖν καὶ βλέπειν.
有人带来一个被鬼附体、又瞎又哑之人来到耶稣这里。耶稣医好他,让他能够说话,能够看到。
23 καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;
众人都很惊奇地说:“难道他真的就是大卫的子孙?”
24 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων.
但法利赛人听说这一切,便说:“他不过是利用魔鬼之王的力量驱赶魔鬼而已。”
25 Εἰδὼς δὲ (ὁ Ἰησοῦς *k*) τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾽ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾽ ἑαυτῆς οὐ σταθήσεται.
耶稣知道他们的心思,就对他们说:“如果一个国家四分五裂,必定毁灭,任何城镇或家庭若四分五裂,必会毁灭。
26 καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾽ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
如果让撒旦驱除撒旦,他就是在驱逐自己。他的王国又怎能存在?
27 καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
我若靠魔鬼之王的力量驱鬼,你们又以谁之名驱鬼呢?这样,你们就是自证错误。
28 εἰ δὲ ἐν πνεύματι θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
我若以上帝之灵驱鬼,这就代表天国已降临你们的身边!
29 ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ (ἁρπάσαι, *N(k)O*) ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ (διαρπάσει. *NK(O)*)
如果你闯进猛士家中,想要夺其财物,难道不是要先将其捆绑起来?只有这样做,你才能拿走他家中的一切。
30 Ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
未与我站在一起之人,即反对我,不与我聚在一起,即被散落孤立。
31 διὰ τοῦτο λέγω ὑμῖν· πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ πνεύματος βλασφημία οὐκ ἀφεθήσεται (τοῖς ἀνθρώποις. *k*)
所以让我告诉你们,人所犯的一切罪过和亵渎行为都可以赦免,但亵渎圣灵将无法被宽恕。
32 καὶ ὃς (ἐὰν *N(k)O*) εἴπῃ λόγον κατὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ᾽ ἂν εἴπῃ κατὰ τοῦ πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τούτῳ τῷ (νῦν *O*) αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. (aiōn )
你在说话间得罪人子可以赦免,但得罪圣灵,今生来世均无法得到赦免。 (aiōn )
33 Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
种下好树便结好果子,种坏树便结坏果子,凭结果就能认出树的好坏。
34 γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν πονηροὶ ὄντες; ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας τὸ στόμα λαλεῖ.
你是毒蛇的后代,你这邪恶之人又怎能口中良善?因为你心中所思,必会脱口而出。
35 Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ (τῆς καρδίας *K*) ἐκβάλλει (τά *k*) ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
良善之人行善事就会带来良善,人行恶事就会带来邪恶。
36 Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ (ἐὰν *k*) (λαλήσουσιν *N(k)O*) οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
我告诉你们,在审判之日,人们必会对所说的无心之语负起责任。
37 ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.
因为你所说之语将被证明为正义或有罪。”
38 Τότε ἀπεκρίθησαν (αὐτῷ *no*) τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες· διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.
这时,一些宗教老师和法利赛人对耶稣说:“老师,想请你显化一个上帝神迹给我们看看。”
39 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
但耶稣说:“只有不相信上帝的邪恶之人,才会想要寻找上帝的神迹,但他们只能看到约拿先知的上帝神迹。
40 ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
就像约拿曾在大鱼腹中待上三日三夜,人子也要在土中待上三日三夜。
41 Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
待到审判日那天,尼尼微人将会崛起,与这代人一起判定这代人的罪,因为他们在听了约拿的传道后便悔改了。你看,这里有一位是比约拿更伟大之人。
42 Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
在审判日那天,南方女王要崛起,与这代人一起判定这个世界的罪,因为她来自大地的尽头,来此便是为聆听所罗门的智慧。你看,这里有一位是比所罗门更伟大之人。
43 Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει.
待一个邪灵离开人体,它会在荒芜之地游荡,寻找栖身之所,却遍寻不得。
44 τότε λέγει· εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον. καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, (καὶ *o*) σεσαρωμένον καὶ κεκοσμημένον.
然后他说:‘我将回到之前离开的地方。’当它回来时,发现这个地方是空的,一切都很干净整洁。
45 τότε πορεύεται καὶ παραλαμβάνει μεθ᾽ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
他于是带了另外七个比他更邪恶的恶灵来,全部住了进去。那人后来的情况比以前更糟糕。邪恶的世界必将如此。”
46 Ἔτι (δὲ *ko*) αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις ἰδοὺ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω ζητοῦντες αὐτῷ λαλῆσαι.
耶稣在对民众讲话的时候,他的母亲和弟弟站在外面,要和他对话。
47 εἶπεν δέ τις αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.
有人告诉耶稣:“你的母亲和弟弟站在外面,有话要跟你说。”
48 ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ (λέγοντι *N(k)O*) αὐτῷ· τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;
他回答那人:“谁是我的母亲?谁是我的兄弟?”
49 καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν· ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
他伸手指着门徒说:“看啊,他们就是我的母亲,我的兄弟!
50 ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.
凡是遵行天父旨意者,就是我的兄弟姐妹和母亲!”