< Κατα Μαρκον 1 >

1 Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ Χριστοῦ υἱοῦ (τοῦ *ko*) θεοῦ·
Αρχή του ευαγγελίου του Ιησού Χριστού, Υιού του Θεού.
2 (καθὼς *N(k)O*) γέγραπται ἐν (τῷ Ἠσαΐᾳ *NO*) (τῷ *N(k)O*) (προφήτῃ· *N(K)O*) ἰδοὺ (ἐγὼ *KO*) ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου (ἔμπροσθέν σου. *K*)
Καθώς είναι γεγραμμένον εν τοις προφήταις· Ιδού, εγώ αποστέλλω τον άγγελόν μου προ προσώπου σου, όστις θέλει κατασκευάσει την οδόν σου έμπροσθέν σου·
3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Φωνή βοώντος εν τη ερήμω, ετοιμάσατε την οδόν του Κυρίου, ευθείας κάμετε τας τρίβους αυτού.
4 Ἐγένετο Ἰωάννης (ὁ *no*) βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν.
Ήτο ο Ιωάννης βαπτίζων εν τη ερήμω και κηρύττων βάπτισμα μετανοίας εις άφεσιν αμαρτιών.
5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ᾽ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
Και εξήρχοντο προς αυτόν όλος ο τόπος της Ιουδαίας και οι Ιεροσολυμίται, και εβαπτίζοντο πάντες εν τω Ιορδάνη ποταμώ υπ' αυτού, εξομολογούμενοι τας αμαρτίας αυτών.
6 (καὶ *no*) ἦν (δὲ *k*) ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον.
Ήτο δε ο Ιωάννης ενδεδυμένος τρίχας καμήλου και έχων ζώνην δερματίνην περί την οσφύν αυτού, και τρώγων ακρίδας και μέλι άγριον.
7 καὶ ἐκήρυσσεν λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
Και εκήρυττε, λέγων· Έρχεται ο ισχυρότερός μου οπίσω μου, του οποίου δεν είμαι άξιος σκύψας να λύσω το λωρίον των υποδημάτων αυτού.
8 ἐγὼ (μὲν *k*) ἐβάπτισα ὑμᾶς (ἐν *ko*) ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν πνεύματι ἁγίῳ.
Εγώ μεν σας εβάπτισα εν ύδατι, αυτός δε θέλει σας βαπτίσει εν Πνεύματι Αγίω.
9 Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου.
Και εν εκείναις ταις ημέραις ήλθεν ο Ιησούς από Ναζαρέτ της Γαλιλαίας και εβαπτίσθη υπό Ιωάννου εις τον Ιορδάνην.
10 καὶ εὐθὺς ἀναβαίνων (ἐκ *N(k)O*) τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα (ὡς *N(k)O*) περιστερὰν καταβαῖνον (εἰς *N(k)O*) αὐτόν·
Και ευθύς ενώ ανέβαινεν από του ύδατος, είδε τους ουρανούς σχιζομένους και το Πνεύμα καταβαίνον ως περιστεράν επ' αυτόν·
11 καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν (σοὶ *N(K)O*) εὐδόκησα.
και φωνή έγεινεν εκ των ουρανών· Συ είσαι ο Υιός μου ο αγαπητός, εις τον οποίον ευηρεστήθην.
12 Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον.
Και ευθύς το Πνεύμα εκβάλλει αυτόν εις την έρημον·
13 καὶ ἦν (ἐκεῖ *k*) ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας πειραζόμενος ὑπὸ τοῦ σατανᾶ καὶ ἦν μετὰ τῶν θηρίων· καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.
και ήτο εκεί εν τη ερήμω ημέρας τεσσαράκοντα πειραζόμενος υπό του Σατανά, και ήτο μετά των θηρίων, και οι άγγελοι υπηρέτουν αυτόν.
14 (Καὶ *o*) μετὰ δὲ τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ εὐαγγέλιον (τῆς βασιλείας *K*) τοῦ θεοῦ
Αφού δε παρεδόθη ο Ιωάννης, ήλθεν ο Ιησούς εις την Γαλιλαίαν κηρύττων το ευαγγέλιον της βασιλείας του Θεού
15 καὶ λέγων ὅτι πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.
και λέγων ότι επληρώθη ο καιρός και επλησίασεν η βασιλεία του Θεού· μετανοείτε και πιστεύετε εις το ευαγγέλιον.
16 (Καὶ *no*) (παράγων *N(k)O*) (δὲ *k*) παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ἀδελφὸν (αὐτοῦ *k*) (τοῦ *o*) (Σίμωνος *no*) (ἀμφιβάλλοντας *N(k)O*) (ἀμφίβληστρον *k*) ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς.
Περιπατών δε παρά την θάλασσαν της Γαλιλαίας, είδε τον Σίμωνα και Ανδρέαν τον αδελφόν αυτού, ρίπτοντας δίκτυον εις την θάλασσαν· διότι ήσαν αλιείς·
17 καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων.
και είπε προς αυτούς ο Ιησούς· Έλθετε οπίσω μου, και θέλω σας κάμει να γείνητε αλιείς ανθρώπων.
18 καὶ εὐθὺς ἀφέντες τὰ δίκτυα (αὐτῶν *k*) ἠκολούθησαν αὐτῷ.
Και ευθύς αφήσαντες τα δίκτυα αυτών, ηκολούθησαν αυτόν.
19 Καὶ προβὰς (ἐκεῖθεν *k*) ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα,
Και προχωρήσας εκείθεν ολίγον, είδεν Ιάκωβον τον του Ζεβεδαίου και Ιωάννην τον αδελφόν αυτού, και αυτούς εν τω πλοίω επισκευάζοντας τα δίκτυα,
20 καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ.
και ευθύς εκάλεσεν αυτούς. Και αφήσαντες τον πατέρα αυτών Ζεβεδαίον εν τω πλοίω μετά των μισθωτών, υπήγον οπίσω αυτού.
21 Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ εὐθὺς τοῖς σάββασιν εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν.
Και εισέρχονται εις Καπερναούμ· και ευθύς εν τω σαββάτω εισελθών ο Ιησούς εις την συναγωγήν εδίδασκε.
22 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς.
Και εξεπλήττοντο διά την διδαχήν αυτού· διότι εδίδασκεν αυτούς ως έχων εξουσίαν, και ουχί ως οι γραμματείς.
23 Καὶ (εὐθὺς *NO*) ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν
Και ήτο εν τη συναγωγή αυτών άνθρωπος έχων πνεύμα ακάθαρτον, και ανέκραξε,
24 λέγων· (ἔα *K*) τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
λέγων· Φευ, τι είναι μεταξύ ημών και σου, Ιησού Ναζαρηνέ; ήλθες να μας απολέσης; σε γνωρίζω τις είσαι, ο Άγιος του Θεού.
25 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ.
Και επετίμησεν αυτό ο Ιησούς, λέγων· Σιώπα και έξελθε εξ αυτού.
26 καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ (φωνῆσαν *N(k)O*) φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ.
Και το πνεύμα το ακάθαρτον, αφού εσπάραξεν αυτόν και έκραξε μετά φωνής μεγάλης, εξήλθεν εξ αυτού.
27 καὶ ἐθαμβήθησαν (ἅπαντες *N(k)O*) ὥστε συζητεῖν πρὸς (ἑαυτοὺς *N(k)O*) λέγοντας· τί ἐστιν τοῦτο; (τίς ἡ *k*) διδαχὴ (ἡ *k*) καινὴ (αὕτη ὅτι *k*) κατ᾽ ἐξουσίαν· καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ.
Και πάντες εξεπλάγησαν, ώστε συνεζήτουν προς αλλήλους, λέγοντες· Τι είναι τούτο; τις αύτη η νέα διδαχή, διότι μετά εξουσίας προστάζει και τα ακάθαρτα πνεύματα, και υπακούουσιν εις αυτόν;
28 (Καὶ *no*) ἐξῆλθεν (δὲ *k*) ἡ ἀκοὴ αὐτοῦ εὐθὺς (πανταχοῦ *NO*) εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Εξήλθε δε η φήμη αυτού ευθύς εις όλην την περίχωρον της Γαλιλαίας.
29 Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς (ἐξελθόντες ἦλθον *NK(O)*) εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου.
Και ευθύς εξελθόντες εκ της συναγωγής, ήλθον εις την οικίαν Σίμωνος και Ανδρέου μετά του Ιακώβου και Ιωάννου.
30 ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς.
Η δε πενθερά του Σίμωνος ήτο κατάκοιτος πάσχουσα πυρετόν. Και ευθύς ελάλησαν προς αυτόν περί αυτής.
31 καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός (αὐτῆς· *ko*) καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός (εὐθέως, *K*) καὶ διηκόνει αὐτοῖς.
Και πλησιάσας ήγειρεν αυτήν πιάσας την χείρα αυτής, και αφήκεν αυτήν ο πυρετός ευθύς, και υπηρέτει αυτούς.
32 Ὀψίας δὲ γενομένης, ὅτε (ἔδυ *N(k)O*) ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
Αφού δε έγεινεν εσπέρα, ότε έδυσεν ο ήλιος, έφεραν προς αυτόν πάντας τους πάσχοντας και τους δαιμονιζομένους·
33 καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν.
και η πόλις όλη ήτο συνηγμένη έμπροσθεν της θύρας·
34 καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις καὶ δαιμόνια πολλὰ ἐξέβαλεν καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια ὅτι ᾔδεισαν αὐτόν (Χριστὸν εἶναι. *O*)
και εθεράπευσε πολλούς πάσχοντας διαφόρους αρρωστίας, και δαιμόνια πολλά εξέβαλε, και δεν άφινε τα δαιμόνια να λαλώσιν, επειδή εγνώριζον αυτόν.
35 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ κἀκεῖ προσηύχετο.
Και το πρωΐ ενώ ήτο όρθρος βαθύς, σηκωθείς εξήλθε· και υπήγεν εις έρημον τόπον και εκεί προσηύχετο.
36 καὶ (κατεδίωξεν *N(k)O*) αὐτὸν (ὁ *ko*) Σίμων καὶ οἱ μετ᾽ αὐτοῦ·
Και έδραμον κατόπιν αυτού ο Σίμων και οι μετ' αυτού,
37 καὶ (εὗρον *N(k)O*) αὐτὸν (καὶ *no*) λέγουσιν αὐτῷ ὅτι πάντες ζητοῦσίν σε.
και ευρόντες αυτόν λέγουσι προς αυτόν ότι πάντες σε ζητούσι.
38 Καὶ λέγει αὐτοῖς· ἄγωμεν (ἀλλαχοῦ *NO*) εἰς τὰς ἐχομένας κωμοπόλεις ἵνα καὶ ἐκεῖ κηρύξω· εἰς τοῦτο γὰρ (ἐξῆλθον. *N(k)O*)
Και λέγει προς αυτούς· Ας υπάγωμεν εις τας πλησίον κωμοπόλεις, διά να κηρύξω και εκεί· επειδή διά τούτο εξήλθον.
39 Καὶ (ἦλθεν *N(k)O*) κηρύσσων (εἰς τὰς συναγωγὰς *N(k)O*) αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.
Και εκήρυττεν εν ταις συναγωγαίς αυτών εις όλην την Γαλιλαίαν και εξέβαλλε τα δαιμόνια.
40 Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ γονυπετῶν (αὐτὸν *ko*) καὶ λέγων αὐτῷ ὅτι ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.
Και έρχεται προς αυτόν λεπρός παρακαλών αυτόν και γονυπετών έμπροσθεν αυτού και λέγων προς αυτόν ότι, εάν θέλης, δύνασαι να με καθαρίσης.
41 (ὁ *k*) (καὶ *N(k)O*) (Ἰησοῦς *k*) (σπλαγχνισθεὶς *NK(O)*) ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἥψατο καὶ λέγει αὐτῷ· θέλω, καθαρίσθητι.
Ο δε Ιησούς σπλαγχνισθείς, εξέτεινε την χείρα και ήγγισεν αυτόν και λέγει προς αυτόν· Θέλω, καθαρίσθητι.
42 καὶ (εἰπόντος αὐτοῦ *K*) εὐθὺς ἀπῆλθεν ἀπ᾽ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη.
Και ως είπε τούτο, ευθύς έφυγεν απ' αυτού η λέπρα, και εκαθαρίσθη.
43 καὶ ἐμβριμησάμενος αὐτῷ εὐθὺς ἐξέβαλεν αὐτὸν
Και προστάξας αυτόν εντόνως, ευθύς απέπεμψεν αυτόν
44 καὶ λέγει αὐτῷ· ὅρα, μηδενὶ μηδὲν εἴπῃς· ἀλλ᾽ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.
και λέγει προς αυτόν· Πρόσεχε μη είπης προς μηδένα μηδέν, αλλ' ύπαγε, δείξον σεαυτόν εις τον ιερέα και πρόσφερε περί του καθαρισμού σου όσα προσέταξεν ο Μωϋσής διά μαρτυρίαν εις αυτούς.
45 ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλ᾽ ἔξω (ἐπ᾽ *N(k)O*) ἐρήμοις τόποις ἦν. καὶ ἤρχοντο πρὸς αὐτὸν (πάντοθεν. *N(k)O*)
Αλλ' εκείνος εξελθών ήρχισε να κηρύττη πολλά και να διαφημίζη τον λόγον, ώστε πλέον δεν ηδύνατο αυτός να εισέλθη φανερά εις πόλιν, αλλ' ήτο έξω εν ερήμοις τόποις· και ήρχοντο προς αυτόν πανταχόθεν.

< Κατα Μαρκον 1 >