< Κατα Μαρκον 8 >
1 Ἐν ἐκείναις ταῖς ἡμέραις (πάλιν *NO*) (πολλοῦ *N(k)O*) ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος (ὁ Ἰησοῦς *k*) τοὺς μαθητὰς (αὐτοῦ *k*) λέγει αὐτοῖς·
2 σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη (ἡμέραι *N(k)O*) τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
3 καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· (καί *N(K)O*) τινες αὐτῶν (ἀπὸ *no*) μακρόθεν (ἥκασιν. *NK(o)*)
4 Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ (ὅτι *no*) πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 καὶ (ἠρώτα *N(k)O*) αὐτούς· πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· ἑπτά.
6 καὶ (παραγγέλλει *N(k)O*) τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς, καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα (παρατιθῶσιν· *N(k)O*) καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας (αὐτὰ *no*) εἶπεν καὶ (ταῦτα παρατιθέναι. *N(k)O*)
8 (καὶ *no*) ἔφαγον (δέ *k*) καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 ἦσαν δὲ (οἱ φαγόντες *KO*) ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· τί ἡ γενεὰ αὕτη (ζητεῖ *N(k)O*) σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς (εἰς τὸ *ko*) (πλοῖον *KO*) ἀπῆλθεν εἰς τὸ πέραν.
14 καὶ ἐπελάθοντο λαβεῖν ἄρτους καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 καὶ διεστέλλετο αὐτοῖς λέγων· ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.
16 καὶ διελογίζοντο πρὸς ἀλλήλους (λέγοντες *k*) ὅτι ἄρτους οὐκ (ἔχουσιν. *N(K)O*)
17 καὶ γνοὺς (ὁ *ko*) (Ἰησοῦς *KO*) λέγει αὐτοῖς· τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; (ἔτι *K*) πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ· δώδεκα.
20 ὅτε (δὲ *k(o)*) τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; (οἱ *ko*) (καὶ λέγουσιν *N(k)O*) (αὐτῷ· *no*) ἑπτά.
21 καὶ ἔλεγεν αὐτοῖς· (οὔπω *N(K)O*) (πῶς *KO*) συνίετε;
22 Καὶ (ἔρχονται *N(K)O*) εἰς Βηθσαϊδάν, καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ (ἐξήνεγκεν *N(k)O*) αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἐπηρώτα αὐτόν· εἴ τι (βλέπεις; *N(K)O*)
24 καὶ ἀναβλέψας ἔλεγεν· βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25 εἶτα πάλιν (ἐπέθηκεν *NK(o)*) τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ (ἐποίησεν αὐτὸν *K*) (διέβλεψεν *N(K)O*) καὶ (ἀπεκατέστη *N(k)O*) καὶ (ἐνέβλεπεν *N(k)O*) τηλαυγῶς (ἅπαντα. *N(k)O*)
26 καὶ ἀπέστειλεν αὐτὸν εἰς (τὸν *k*) οἶκον αὐτοῦ λέγων· μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς (μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ. *KO*)
27 Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 οἱ δὲ (εἶπαν *N(k)O*) (αὐτῷ λέγοντες· ὅτι *no*) Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι· Ἠλίαν, ἄλλοι δὲ (ὅτι *no*) (εἷς *N(k)O*) τῶν προφητῶν.
29 καὶ αὐτὸς (ἐπηρώτα αὐτούς· *N(k)O*) ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς (δὲ *k*) ὁ Πέτρος λέγει αὐτῷ· σὺ εἶ ὁ χριστός.
30 καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31 καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι (ὑπὸ *N(k)O*) τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν (τῷ *k*) Πέτρῳ (καὶ *no*) (λέγει· *N(k)O*) ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· (εἴ *NO*) (τις *N(k)O*) θέλει ὀπίσω μου (ἀκολουθεῖν, *N(K)O*) ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι.
35 ὃς γὰρ (ἐὰν *N(k)O*) θέλῃ τὴν ψυχὴν (αὐτοῦ *NK(o)*) σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν (ἀπολέσει *N(k)O*) τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, (οὗτος *k*) σώσει αὐτήν.
36 τί γὰρ (ὠφελεῖ *N(k)O*) (τὸν *o*) ἄνθρωπον (ἐὰν *ko*) (κερδῆσαι *N(k)O*) τὸν κόσμον ὅλον καὶ (ζημιωθῆναι *N(k)O*) τὴν ψυχὴν αὐτοῦ;
37 (ἢ *k*) τί (γὰρ *no*) (δοῖ *N(k)O*) ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 ὃς γὰρ (ἐὰν *N(k)O*) ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.