< Κατα Μαρκον 3 >
1 Καὶ εἰσῆλθεν πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα,
και εισηλθεν παλιν εις την συναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα
2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτὸν ἵνα (κατηγορήσωσιν *NK(o)*) αὐτοῦ.
και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου
3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν (ξηρὰν *N(k)O*) χεῖρα ἔχοντι· (ἔγειρε *N(k)O*) εἰς τὸ μέσον.
και λεγει τω ανθρωπω τω εξηραμμενην εχοντι την χειρα εγειραι εις το μεσον
4 καὶ λέγει αὐτοῖς· ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν ποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων.
και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων
5 καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· ἔκτεινον τὴν χεῖρα (σου. *KO*) καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ (ὑγιὴς ὡς ἡ ἄλλη. *K*)
και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και αποκατεσταθη η χειρ αυτου υγιης ως η αλλη
6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον (ἐδίδουν *N(k)O*) κατ᾽ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
και εξελθοντες οι φαρισαιοι ευθεως μετα των ηρωδιανων συμβουλιον εποιουν κατ αυτου οπως αυτον απολεσωσιν
7 Καὶ ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν, καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας (ἠκολούθησεν *N(k)O*) (αὐτῷ *k*) καὶ ἀπὸ τῆς Ἰουδαίας
και ο ιησους ανεχωρησεν μετα των μαθητων αυτου προς την θαλασσαν και πολυ πληθος απο της γαλιλαιας ηκολουθησαν αυτω και απο της ιουδαιας
8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ (οἱ *k*) περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολὺ (ἀκούοντες *N(k)O*) ὅσα (ἐποίει *NK(o)*) ἦλθον πρὸς αὐτόν.
και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και οι περι τυρον και σιδωνα πληθος πολυ ακουσαντες οσα εποιει ηλθον προς αυτον
9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν.
και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον
10 πολλοὺς γὰρ ἐθεράπευσεν ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας.
πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας
11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν (ἐθεώρουν, προσέπιπτον *N(k)O*) αὐτῷ καὶ (ἔκραζον λέγοντες *N(k)O*) ὅτι σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.
και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρει προσεπιπτεν αυτω και εκραζεν λεγοντα οτι συ ει ο υιος του θεου
12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν (ποιήσωσιν. *NK(o)*)
και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν
13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν.
και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και απηλθον προς αυτον
14 Καὶ ἐποίησεν δώδεκα (οὓς καὶ ἀποστόλους ὠνόμασεν *NO*) ἵνα ὦσιν μετ᾽ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν
και εποιησεν δωδεκα ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν
15 καὶ ἔχειν ἐξουσίαν (θεραπεύειν τὰς νόσους καὶ *K*) ἐκβάλλειν τὰ δαιμόνια.
και εχειν εξουσιαν θεραπευειν τας νοσους και εκβαλλειν τα δαιμονια
16 (καὶ ἐποίησεν τοὺς δώδεκα *NO*) καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι Πέτρον,
και επεθηκεν τω σιμωνι ονομα πετρον
17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς (ὀνόματα *NK(o)*) Βοανηργές, ὅ ἐστιν υἱοὶ βροντῆς·
και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοις ονοματα βοανεργες ο εστιν υιοι βροντης
18 καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν Καναναῖον
και ανδρεαν και φιλιππον και βαρθολομαιον και ματθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον κανανιτην
19 καὶ Ἰούδαν Ἰσκαριὼθ ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ (ἔρχεται *N(K)O*) εἰς οἶκον,
και ιουδαν ισκαριωτην ος και παρεδωκεν αυτον και ερχονται εις οικον
20 καὶ συνέρχεται πάλιν (ὁ *no*) ὄχλος ὥστε μὴ δύνασθαι αὐτοὺς (μηδὲ *N(k)O*) ἄρτον φαγεῖν.
και συνερχεται παλιν οχλος ωστε μη δυνασθαι αυτους μητε αρτον φαγειν
21 καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι ἐξέστη.
και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη
22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια
23 Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· πῶς δύναται σατανᾶς σατανᾶν ἐκβάλλειν;
και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις πως δυναται σατανας σαταναν εκβαλλειν
24 καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη·
και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη
25 καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ (δυνήσεται *N(k)O*) ἡ οἰκία ἐκείνη (σταθῆναι· *NK(o)*)
και εαν οικια εφ εαυτην μερισθη ου δυναται σταθηναι η οικια εκεινη
26 καὶ εἰ ὁ σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ (ἐμερίσθη, *N(k)O*) οὐ δύναται (στῆναι *N(k)O*) ἀλλὰ τέλος ἔχει.
και ει ο σατανας ανεστη εφ εαυτον και μεμερισται ου δυναται σταθηναι αλλα τελος εχει
27 (ἀλλ᾽ *NO*) οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ (διαρπάσει. *NK(o)*)
ου δυναται ουδεις τα σκευη του ισχυρου εισελθων εις την οικιαν αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει
28 Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ (αἱ *no*) βλασφημίαι (ὅσα ἐὰν *N(k)O*) βλασφημήσωσιν·
αμην λεγω υμιν οτι παντα αφεθησεται τα αμαρτηματα τοις υιοις των ανθρωπων και βλασφημιαι οσας αν βλασφημησωσιν
29 ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου (ἁμαρτήματος· *N(K)O*) (aiōn , aiōnios )
ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλ ενοχος εστιν αιωνιου κρισεως (aiōn , aiōnios )
30 ὅτι ἔλεγον· πνεῦμα ἀκάθαρτον ἔχει.
οτι ελεγον πνευμα ακαθαρτον εχει
31 (Καὶ ἔρχεται *N(K)O*) ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. καὶ ἔξω (στήκοντες *N(k)O*) ἀπέστειλαν πρὸς αὐτὸν (καλοῦντες *N(k)O*) αὐτόν.
ερχονται ουν οι αδελφοι και η μητηρ αυτου και εξω εστωτες απεστειλαν προς αυτον φωνουντες αυτον
32 καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, (καὶ *no*) (λέγουσιν *N(k)O*) (δὲ *k*) αὐτῷ· ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου (καὶ αἱ ἀδελφαί σου *NO*) ἔξω ζητοῦσίν σε.
και εκαθητο οχλος περι αυτον ειπον δε αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε
33 Καὶ (ἀποκριθεὶς *N(k)O*) αὐτοῖς (λέγει· *N(k)O*) τίς ἐστιν ἡ μήτηρ μου (καὶ *N(k)O*) οἱ ἀδελφοί μου;
και απεκριθη αυτοις λεγων τις εστιν η μητηρ μου η οι αδελφοι μου
34 καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν κύκλῳ καθημένους λέγει· ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
και περιβλεψαμενος κυκλω τους περι αυτον καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου
35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ (μου *k*) καὶ μήτηρ ἐστίν.
ος γαρ αν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη μου και μητηρ εστιν