< Κατα Μαρκον 2 >

1 Καὶ (εἰσελθὼν *N(k)O*) πάλιν εἰς Καφαρναοὺμ δι᾽ ἡμερῶν (καὶ *k*) ἠκούσθη ὅτι (ἐν οἴκῳ *N(k)O*) ἐστίν.
και εισηλθεν παλιν εισ καπερναουμ δι ημερων και ηκουσθη οτι εισ οικον εστιν
2 καὶ (εὐθέως *KO*) συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
και ευθεωσ συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προσ την θυραν και ελαλει αυτοισ τον λογον
3 Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν αἰρόμενον ὑπὸ τεσσάρων.
και ερχονται προσ αυτον παραλυτικον φεροντεσ αιρομενον υπο τεσσαρων
4 καὶ μὴ δυνάμενοι (προσενέγκαι *N(k)O*) αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν καὶ ἐξορύξαντες χαλῶσιν τὸν κράβαττον (ὅπου *N(k)O*) ὁ παραλυτικὸς κατέκειτο.
και μη δυναμενοι προσεγγισαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντεσ χαλωσιν τον κραββατον εφ ω ο παραλυτικοσ κατεκειτο
5 (καὶ *no*) ἰδὼν (δὲ *ko*) ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, (ἀφίενταί σου *N(k)O*) αἱ ἁμαρτίαι (σου. *k*)
ιδων δε ο ιησουσ την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφεωνται σοι αι αμαρτιαι σου
6 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
ησαν δε τινεσ των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταισ καρδιαισ αυτων
7 τί οὗτος οὕτως λαλεῖ; (βλασφημεῖ· *N(k)O*) τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
τι ουτοσ ουτωσ λαλει βλασφημιασ τισ δυναται αφιεναι αμαρτιασ ει μη εισ ο θεοσ
8 καὶ εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως (αὐτοὶ *o*) διαλογίζονται ἐν ἑαυτοῖς (λέγει *N(k)O*) αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
και ευθεωσ επιγνουσ ο ιησουσ τω πνευματι αυτου οτι ουτωσ αυτοι διαλογιζονται εν εαυτοισ ειπεν αυτοισ τι ταυτα διαλογιζεσθε εν ταισ καρδιαισ υμων
9 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· (ἀφίενταί σου *N(k)O*) αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· (ἔγειρε *N(k)(o)*) καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει;
τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφεωνται σου αι αμαρτιαι η ειπειν εγειραι και αρον σου τον κραββατον και περιπατει
10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, λέγει τῷ παραλυτικῷ·
ινα δε ειδητε οτι εξουσιαν εχει ο υιοσ του ανθρωπου αφιεναι επι τησ γησ αμαρτιασ λεγει τω παραλυτικω
11 σοὶ λέγω· (ἔγειρε, *N(k)O*) (καὶ *k*) ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
σοι λεγω εγειραι και αρον τον κραββατον σου και υπαγε εισ τον οικον σου
12 Καὶ ἠγέρθη καὶ εὐθὺς ἄρας τὸν κράβαττον ἐξῆλθεν (ἔμπροσθεν *N(k)O*) πάντων ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι οὕτως οὐδέποτε εἴδομεν.
και ηγερθη ευθεωσ και αρασ τον κραββατον εξηλθεν εναντιον παντων ωστε εξιστασθαι παντασ και δοξαζειν τον θεον λεγοντασ οτι ουδεποτε ουτωσ ειδομεν
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
και εξηλθεν παλιν παρα την θαλασσαν και πασ ο οχλοσ ηρχετο προσ αυτον και εδιδασκεν αυτουσ
14 Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
και παραγων ειδεν λευι τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστασ ηκολουθησεν αυτω
15 Καὶ (γίνεται *N(k)(o)*) (ἐν τῷ *ko*) κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ· ἦσαν γὰρ πολλοί, καὶ (ἠκολούθουν *N(k)O*) αὐτῷ.
και εγενετο εν τω κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοισ μαθηταισ αυτου ησαν γαρ πολλοι και ηκολουθησαν αυτω
16 καὶ οἱ γραμματεῖς (καὶ *k*) (τῶν Φαρισαίων *N(k)O*) (καὶ *o*) ἰδόντες (ὅτι *N(k)O*) (ἐσθίει *N(k)(o)*) μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· (τί *k*) ὅτι μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει (καὶ πίνει; *KO*)
και οι γραμματεισ και οι φαρισαιοι ιδοντεσ αυτον εσθιοντα μετα των τελωνων και αμαρτωλων ελεγον τοισ μαθηταισ αυτου τι οτι μετα των τελωνων και αμαρτωλων εσθιει και πινει
17 Καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς· (ὅτι *no*) οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλ᾽ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλούς (εἰς μετάνοιαν. *K*)
και ακουσασ ο ιησουσ λεγει αυτοισ ου χρειαν εχουσιν οι ισχυοντεσ ιατρου αλλ οι κακωσ εχοντεσ ουκ ηλθον καλεσαι δικαιουσ αλλα αμαρτωλουσ εισ μετανοιαν
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ (τῶν *K*) (Φαρισαῖοι *N(k)O*) νηστεύοντες καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ (μαθηταὶ *no*) τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
και ησαν οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευοντεσ και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι των φαρισαιων νηστευουσιν οι δε σοι μαθηται ου νηστευουσιν
19 Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετ᾽ (αὐτῶν *N(k)O*) οὐ δύνανται νηστεύειν.
και ειπεν αυτοισ ο ιησουσ μη δυνανται οι υιοι του νυμφωνοσ εν ω ο νυμφιοσ μετ αυτων εστιν νηστευειν οσον χρονον μεθ εαυτων εχουσιν τον νυμφιον ου δυνανται νηστευειν
20 ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν (ἐκείνῃ *N(K)O*) (τῇ *N(k)O*) (ἡμέρᾳ. *N(K)O*)
ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιοσ και τοτε νηστευσουσιν εν εκειναισ ταισ ημεραισ
21 (Καὶ *k*) οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ (ἱμάτιον παλαιόν· *N(k)O*) εἰ δὲ μή, αἴρει τὸ πλήρωμα (ἀπ᾽ *no*) αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
και ουδεισ επιβλημα ρακουσ αγναφου επιρραπτει επι ιματιω παλαιω ει δε μη αιρει το πληρωμα αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται
22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, (ῥήξει *N(k)O*) ὁ οἶνος (ὁ νέος *k*) τοὺς ἀσκούς, καὶ ὁ οἶνος (ἀπόλλυται *N(K)O*) καὶ οἱ ἀσκοί (ἀπολοῦνται· *ko*) ἀλλ᾽ οἶνον νέον εἰς ἀσκοὺς καινούς (βλητέον. *ko*)
και ουδεισ βαλλει οινον νεον εισ ασκουσ παλαιουσ ει δε μη ρησσει ο οινοσ ο νεοσ τουσ ασκουσ και ο οινοσ εκχειται και οι ασκοι απολουνται αλλα οινον νεον εισ ασκουσ καινουσ βλητεον
23 Καὶ ἐγένετο αὐτὸν ἐν τοῖς σάββασιν (παραπορεύεσθαι *NK(o)*) διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
και εγενετο παραπορευεσθαι αυτον εν τοισ σαββασιν δια των σποριμων και ηρξαντο οι μαθηται αυτου οδον ποιειν τιλλοντεσ τουσ σταχυασ
24 καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· ἴδε τί ποιοῦσιν (ἐν *k*) τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν εν τοισ σαββασιν ο ουκ εξεστιν
25 Καὶ (αὐτὸς *k*) (λέγει *N(k)O*) αὐτοῖς· οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ;
και αυτοσ ελεγεν αυτοισ ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτοσ και οι μετ αυτου
26 πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ (τοῦ *k*) ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ (τοὺς ἱερεῖς, *N(k)O*) καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
πωσ εισηλθεν εισ τον οικον του θεου επι αβιαθαρ αρχιερεωσ και τουσ αρτουσ τησ προθεσεωσ εφαγεν ουσ ουκ εξεστιν φαγειν ει μη τοισ ιερευσιν και εδωκεν και τοισ συν αυτω ουσιν
27 καὶ ἔλεγεν αὐτοῖς· τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, (καὶ *no*) οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον.
και ελεγεν αυτοισ το σαββατον δια τον ανθρωπον εγενετο ουχ ο ανθρωποσ δια το σαββατον
28 ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
ωστε κυριοσ εστιν ο υιοσ του ανθρωπου και του σαββατου

< Κατα Μαρκον 2 >