< Κατα Μαρκον 14 >

1 Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας, καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν·
Μετά δε δύο ημέρας ήτο το πάσχα και τα άζυμα. Και εζήτουν οι αρχιερείς και οι γραμματείς πως να συλλάβωσιν αυτόν με δόλον και να θανατώσωσιν.
2 ἔλεγον (γάρ· *N(k)O*) μὴ ἐν τῇ ἑορτῇ μήποτε μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.
Έλεγον δε, Μη εν τη εορτή, μήποτε γείνη θόρυβος του λαού.
3 Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς. (καὶ *ko*) συντρίψασα (τὴν *N(k)O*) ἀλάβαστρον κατέχεεν αὐτοῦ (κατὰ *k*) τῆς κεφαλῆς.
Και ενώ αυτός ήτο εν Βηθανία εν τη οικία Σίμωνος του λεπρού, και εκάθητο εις την τράπεζαν, ήλθε γυνή έχουσα αλάβαστρον μύρου νάρδου καθαράς πολυτίμου, και συντρίψασα το αλάβαστρον, έχυσε το μύρον επί της κεφαλής αυτού.
4 ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς (καὶ λέγοντες· *ko*) εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν;
Ήσαν δε τινές αγανακτούντες καθ' εαυτούς και λέγοντες· Διά τι έγεινεν η απώλεια αύτη του μύρου;
5 ἠδύνατο γὰρ τοῦτο (τὸ μύρον *no*) πραθῆναι ἐπάνω δηναρίων τριακοσίων καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ.
διότι ηδύνατο τούτο να πωληθή υπέρ τριακόσια δηνάρια και να δοθώσιν εις τους πτωχούς· και ωργίζοντο κατ' αυτής.
6 ὁ δὲ Ἰησοῦς εἶπεν· ἄφετε αὐτήν, τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο (ἐν ἐμοί. *N(k)O*)
Αλλ' ο Ιησούς είπεν· Αφήσατε αυτήν· διά τι ενοχλείτε αυτήν; καλόν έργον έπραξεν εις εμέ.
7 πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε (αὐτοῖς *N(k)O*) (πάντοτε *O*) εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Διότι τους πτωχούς πάντοτε έχετε μεθ' εαυτών, και όταν θέλητε, δύνασθε να ευεργετήσητε αυτούς· εμέ όμως πάντοτε δεν έχετε.
8 ὃ (ἔσχεν *N(k)O*) (αὕτη *ko*) ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν.
ό, τι ηδύνατο αύτη έπραξε· προέλαβε να αλείψη με μύρον το σώμα μου διά τον ενταφιασμόν.
9 ἀμὴν (δὲ *no*) λέγω ὑμῖν· ὅπου (ἐὰν *N(k)O*) κηρυχθῇ τὸ εὐαγγέλιον (τοῦτο *k*) εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.
Αληθώς σας λέγω, Όπου αν κηρυχθή το ευαγγέλιον τούτο εις όλον τον κόσμον, και εκείνο το οποίον έπραξεν αύτη θέλει λαληθή εις μνημόσυνον αυτής.
10 Καὶ (ὁ *k*) Ἰούδας Ἰσκαριώθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδοῖ αὐτοῖς.
Τότε ο Ιούδας ο Ισκαριώτης, εις των δώδεκα, υπήγε προς τους αρχιερείς, διά να παραδώση αυτόν εις αυτούς.
11 οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι· καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.
Εκείνοι δε ακούσαντες εχάρησαν και υπεσχέθησαν να δώσωσιν εις αυτόν αργύρια· και εζήτει πως να παραδώση αυτόν εν ευκαιρία.
12 Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα;
Και τη πρώτη ημέρα των αζύμων, ότε εθυσίαζον το πάσχα, λέγουσι προς αυτόν οι μαθηταί αυτού· Που θέλεις να υπάγωμεν και να ετοιμάσωμεν διά να φάγης το πάσχα;
13 καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ.
Και αποστέλλει δύο των μαθητών αυτού και λέγει προς αυτούς· Υπάγετε εις την πόλιν, και θέλει σας απαντήσει άνθρωπος βαστάζων σταμνίον ύδατος· ακολουθήσατε αυτόν,
14 καὶ ὅπου (ἐὰν *NK(o)*) εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστιν τὸ κατάλυμά (μου *no*) ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;
και όπου εισέλθη, είπατε προς τον οικοδεσπότην ότι ο Διδάσκαλος λέγει· Που είναι το κατάλυμα, όπου θέλω φάγει το πάσχα μετά των μαθητών μου;
15 καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· (καὶ *no*) ἐκεῖ ἑτοιμάσατε ἡμῖν.
Και αυτός θέλει σας δείξει ανώγεον μέγα εστρωμένον έτοιμον· εκεί ετοιμάσατε εις ημάς.
16 καὶ ἐξῆλθον οἱ μαθηταὶ (αὐτοῦ *ko*) καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα.
Και εξήλθον οι μαθηταί αυτού και ήλθον εις την πόλιν, και εύρον καθώς είπε προς αυτούς, και ητοίμασαν το πάσχα.
17 Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
Και ότε έγεινεν εσπέρα, έρχεται μετά των δώδεκα·
18 καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ὁ Ἰησοῦς εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
και ενώ εκάθηντο εις την τράπεζαν και έτρωγον, είπεν ο Ιησούς· Αληθώς σας λέγω ότι εις εξ υμών θέλει με παραδώσει, όστις τρώγει μετ' εμού.
19 (οἱ δὲ *ko*) ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· μήτι ἐγώ (καὶ ἄλλος, μήτι ἐγώ; *K*)
Οι δε ήρχισαν να λυπώνται και να λέγωσι προς αυτόν εις έκαστος· Μήπως εγώ; και άλλος· Μήπως εγώ;
20 ὁ δὲ (ἀποκριθεὶς *k*) εἶπεν αὐτοῖς· εἷς (ἐκ *ko*) τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ (ἓν *O*) τρύβλιον.
Ο δε αποκριθείς είπε προς αυτούς· Εις εκ των δώδεκα, ο εμβάπτων μετ' εμού εις το πινάκιον την χείρα.
21 (ὅτι *no*) ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν (ἦν *ko*) αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
Ο μεν Υιός του ανθρώπου υπάγει, καθώς είναι γεγραμμένον περί αυτού· ουαί δε εις τον άνθρωπον εκείνον, διά του οποίου ο Υιός του ανθρώπου παραδίδεται· καλόν ήτο εις τον άνθρωπον εκείνον, αν δεν ήθελε γεννηθή.
22 καὶ ἐσθιόντων αὐτῶν, λαβὼν (ὁ *ko*) (Ἰησοῦς *KO*) ἄρτον, εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· λάβετε (φάγετε, *K*) τοῦτό ἐστιν τὸ σῶμά μου.
Και ενώ έτρωγον, λαβών ο Ιησούς άρτον ευλογήσας έκοψε και έδωκεν εις αυτούς και είπε· λάβετε, φάγετε· τούτο είναι το σώμα μου.
23 καὶ λαβὼν (τὸ *k*) ποτήριον, εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες.
Και λαβών το ποτήριον, ευχαρίστησε και έδωκεν εις αυτούς, και έπιον εξ αυτού πάντες.
24 καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστιν τὸ αἷμά μου (τὸ *ko*) τῆς (καινῆς *K*) διαθήκης τὸ ἐκχυννόμενον (ὑπὲρ *N(k)O*) πολλῶν.
Και είπε προς αυτούς· Τούτο είναι το αίμα μου το της καινής διαθήκης, το περί πολλών εκχυνόμενον.
25 ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ (γενήματος *N(k)O*) τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
Αληθώς σας λέγω ότι δεν θέλω πίει πλέον εκ του γεννήματος της αμπέλου έως της ημέρας εκείνης, όταν πίνω αυτό νέον εν τη βασιλεία του Θεού.
26 Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
Και αφού ύμνησαν, εξήλθον εις το όρος των ελαιών,
27 Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε (ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, *K*) ὅτι γέγραπται· πατάξω τὸν ποιμένα, καὶ τὰ πρόβατα (διασκορπισθήσονται. *N(k)O*)
Και λέγει προς αυτούς ο Ιησούς ότι πάντες θέλετε σκανδαλισθή εν εμοί την νύκτα ταύτην· διότι είναι γεγραμμένον, Θέλω πατάξει τον ποιμένα και θέλουσι διασκορπισθή τα πρόβατα·
28 ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
αφού όμως αναστηθώ, θέλω υπάγει πρότερον υμών εις την Γαλιλαίαν.
29 ὁ δὲ Πέτρος ἔφη αὐτῷ· εἰ καὶ πάντες σκανδαλισθήσονται ἀλλ᾽ οὐκ ἐγώ.
Ο δε Πέτρος είπε προς αυτόν· Και εάν πάντες σκανδαλισθώσιν, εγώ όμως ουχί.
30 Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι (σὺ *no*) σήμερον ταύτῃ (ἐν *k*) τῇ νυκτὶ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ.
Και λέγει προς αυτόν ο Ιησούς· Αληθώς σοι λέγω ότι σήμερον την νύκτα ταύτην, πριν ο αλέκτωρ φωνάξη δις, τρίς θέλεις με απαρνηθή.
31 ὁ δὲ ἐκπερισσῶς ἐκπερισσῶς (ἐλάλει *N(k)O*) (μᾶλλον· *K*) ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε (ἀπαρνήσομαι. *NK(o)*) ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.
Ο δε έτι μάλλον έλεγεν· Εάν γείνη χρεία να συναποθάνω μετά σου, δεν θέλω σε απαρνηθή. Ωσαύτως δε και πάντες έλεγον.
32 Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι.
Και έρχονται εις χωρίον ονομαζόμενον Γεθσημανή, και λέγει προς τους μαθητάς αυτού· Καθήσατε εδώ, εωσού προσευχηθώ·
33 καὶ παραλαμβάνει τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ (τὸν *no*) Ἰωάννην μετ᾽ (αὐτοῦ *N(k)O*) καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν.
και παραλαμβάνει τον Πέτρον και τον Ιάκωβον και Ιωάννην μεθ' εαυτού, και ήρχισε να εκθαμβήται και να αδημονή.
34 καὶ λέγει αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. μείνατε ὧδε καὶ γρηγορεῖτε.
Και λέγει προς αυτούς· Περίλυπος είναι η ψυχή μου έως θανάτου· μείνατε εδώ και αγρυπνείτε.
35 καὶ (προελθὼν *NK(o)*) μικρὸν (ἔπιπτεν *N(k)O*) ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα.
Και προχωρήσας ολίγον, έπεσεν επί της γης και προσηύχετο να παρέλθη αν ήναι δυνατόν απ' αυτού η ώρα εκείνη,
36 καὶ ἔλεγεν· αββα, ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ.
και έλεγεν· Αββά ο Πατήρ, πάντα είναι δυνατά εις σέ· απομάκρυνον απ' εμού το ποτήριον τούτο. Ουχί όμως ό, τι θέλω εγώ, αλλ' ό, τι συ.
37 καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι;
Και έρχεται και ευρίσκει αυτούς κοιμωμένους και λέγει προς τον Πέτρον· Σίμων, κοιμάσαι; δεν ηδυνήθης μίαν ώραν να αγρυπνήσης;
38 γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ (ἔλθητε *N(k)O*) εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
αγρυπνείτε και προσεύχεσθε, διά να μη εισέλθητε εις πειρασμόν· το μεν πνεύμα πρόθυμον, η δε σαρξ ασθενής.
39 καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών.
Και πάλιν υπήγε και προσηυχήθη, ειπών τον αυτόν λόγον.
40 καὶ πάλιν (ἐλθὼν *N(k)O*) εὗρεν αὐτοὺς καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ (καταβαρυνόμενοι, *N(k)O*) καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ.
Και επιστρέψας εύρεν αυτούς πάλιν κοιμωμένους· διότι οι οφθαλμοί αυτών ήσαν βεβαρημένοι και δεν ήξευρον τι να αποκριθώσι προς αυτόν.
41 καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε, ἀπέχει, ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
Και έρχεται την τρίτην φοράν και λέγει προς αυτούς· Κοιμάσθε το λοιπόν και αναπαύεσθε. Αρκεί· ήλθεν η ώρα· ιδού, παραδίδεται ο Υιός του άνθρωπου εις τας χείρας των αμαρτωλών.
42 ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.
Εγέρθητε, υπάγωμεν· ιδού, ο παραδίδων με επλησίασε.
43 Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται (ὁ *o*) Ἰούδας, (ὁ Ἰσκαριώτης *O*) εἷς (ὢν *k*) τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος (πολὺς *K*) μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
Και ευθύς, ενώ ελάλει έτι, έρχεται ο Ιούδας, εις εκ των δώδεκα, και μετ' αυτού όχλος πολύς μετά μαχαιρών και ξύλων, παρά των αρχιερέων και των γραμματέων και των πρεσβυτέρων.
44 δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστιν. κρατήσατε αὐτὸν καὶ (ἀπάγετε *N(k)O*) ἀσφαλῶς.
Ο δε παραδίδων αυτόν είχε δώσει εις αυτούς σημείον, λέγων· Όντινα φιλήσω, αυτός είναι· πιάσατε αυτόν και φέρετε ασφαλώς.
45 καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ λέγει (αὐτῷ· *o*) ῥαββί (ῥαββί, *K*) καὶ κατεφίλησεν αὐτόν.
Και ότε ήλθεν, ευθύς πλησιάσας εις αυτόν λέγει· Ραββί, Ραββί, και κατεφίλησεν αυτόν.
46 οἱ δὲ ἐπέβαλον τὰς χεῖρας (αὐτῶν *k*) (αὐτῷ *N(k)O*) καὶ ἐκράτησαν αὐτόν.
Και εκείνοι επέβαλον επ' αυτόν τας χείρας αυτών και επίασαν αυτόν.
47 εἷς δέ τις τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ (ὠτάριον. *N(k)O*)
Εις δε τις των παρεστώτων σύρας την μάχαιραν, εκτύπησε τον δούλον του αρχιερέως και απέκοψε το ωτίον αυτού.
48 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με;
Και αποκριθείς ο Ιησούς είπε προς αυτούς· Ως επί ληστήν εξήλθετε μετά μαχαιρών και ξύλων να με συλλάβητε;
49 καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί.
καθ' ημέραν ήμην πλησίον υμών εν τω ιερώ διδάσκων, και δεν με επιάσατε, πλην τούτο έγεινε διά να πληρωθώσιν αι γραφαί.
50 καὶ ἀφέντες αὐτὸν ἔφυγον πάντες.
Και αφήσαντες αυτόν πάντες έφυγον.
51 καὶ (εἷς *k*) νεανίσκος τις (συνηκολούθει *N(K)(o)*) αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν αὐτόν (οἱ νεανίσκοι. *k*)
Και εις τις νεανίσκος ηκολούθει αυτόν, περιτετυλιγμένος σινδόνα εις το γυμνόν σώμα αυτού· και πιάνουσιν αυτόν οι νεανίσκοι.
52 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν (ἀπ᾽ αὐτῶν. *k*)
Ο δε αφήσας την σινδόνα, έφυγεν απ' αυτών γυμνός.
53 Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα καὶ συνέρχονται (αὐτῷ *ko*) πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
Και έφεραν τον Ιησούν προς τον αρχιερέα· και συνέρχονται προς αυτόν πάντες οι αρχιερείς και οι πρεσβύτεροι και οι γραμματείς.
54 καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς.
Και ο Πέτρος από μακρόθεν ηκολούθησεν αυτόν έως ένδον της αυλής του αρχιερέως, και συνεκάθητο μετά των υπηρετών και εθερμαίνετο εις το πυρ.
55 Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτὸν καὶ οὐχ ηὕρισκον.
Οι δε αρχιερείς και όλον το συνέδριον εζήτουν κατά του Ιησού μαρτυρίαν, διά να θανατώσωσιν αυτόν, και δεν εύρισκον.
56 πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν.
Διότι πολλοί εψευδομαρτύρουν κατ' αυτού, αλλ' αι μαρτυρίαι δεν ήσαν σύμφωνοι.
57 Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ λέγοντες
Και τινές σηκωθέντες εψευδομαρτύρουν κατ' αυτού, λέγοντες
58 ὅτι ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.
ότι Ημείς ηκούσαμεν αυτόν λέγοντα, ότι Εγώ θέλω χαλάσει τον ναόν τούτον τον χειροποίητον και διά τριών ημερών άλλον αχειροποίητον θέλω οικοδομήσει.
59 καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν.
Πλην ουδέ ούτως ήτο σύμφωνος μαρτυρία αυτών.
60 καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς (τὸ *k*) μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· οὐκ ἀποκρίνῃ οὐδὲν τί οὗτοί σου καταμαρτυροῦσιν;
Και σηκωθείς ο αρχιερεύς εις το μέσον, ηρώτησε τον Ιησούν, λέγων· Δεν αποκρίνεσαι ουδέν; τι μαρτυρούσιν ούτοι κατά σου;
61 ὁ δὲ ἐσιώπα καὶ (οὐκ *no*) ἀπεκρίνατο οὐδέν. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ;
Ο δε εσιώπα και δεν απεκρίθη ουδέν. Πάλιν ο αρχιερεύς ηρώτα αυτόν, λέγων προς αυτόν· Συ είσαι ο Χριστός ο Υιός του Ευλογητού;
62 ὁ δὲ Ἰησοῦς εἶπεν· ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Ο δε Ιησούς είπεν· Εγώ είμαι· και θέλετε ιδεί τον Υιόν του ανθρώπου καθήμενον εκ δεξιών της δυνάμεως και ερχόμενον μετά των νεφελών του ουρανού.
63 ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· τί ἔτι χρείαν ἔχομεν μαρτύρων;
Τότε ο αρχιερεύς, διασχίσας τα ιμάτια αυτού, λέγει· Τι χρείαν έχομεν πλέον μαρτύρων;
64 ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ἔνοχον εἶναι θανάτου.
ηκούσατε την βλασφημίαν· τι σας φαίνεται; Οι δε πάντες κατέκριναν αυτόν ότι είναι ένοχος θανάτου.
65 καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν (ἔλαβον. *N(K)O*)
Και ήρχισάν τινές να εμπτύωσιν εις αυτόν και να περικαλύπτωσι το πρόσωπον αυτού και να γρονθίζωσιν αυτόν και να λέγωσι προς αυτόν· Προφήτευσον· και οι υπηρέται έτυπτον αυτόν με ραπίσματα.
66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως.
Και ενώ ήτο ο Πέτρος εν τη αυλή κάτω, έρχεται μία των θεραπαινίδων του αρχιερέως,
67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει· καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα (τοῦ *no*) Ἰησοῦ.
και ότε είδε τον Πέτρον θερμαινόμενον, εμβλέψασα εις αυτόν, λέγει· Και συ έσο μετά του Ναζαρηνού Ιησού.
68 ὁ δὲ ἠρνήσατο λέγων· (οὔτε *N(k)O*) οἶδα (οὔτε *N(k)O*) ἐπίσταμαι σὺ τί λέγεις. καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον, καὶ ἀλέκτωρ ἐφώνησεν.
Ο δε ηρνήθη, λέγων· Δεν εξεύρω ουδέ καταλαμβάνω τι συ λέγεις. Και εξήλθεν έξω εις το προαύλιον, και ο αλέκτωρ εφώναξε.
69 καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι οὗτος ἐξ αὐτῶν ἐστιν.
Και η θεράπαινα ιδούσα αυτόν πάλιν, ήρχισε να λέγη προς τους παρεστώτας ότι ούτος εξ αυτών είναι.
70 ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ (καὶ ἡ λαλιά σου ὁμοιάζει. *KO*)
Ο δε πάλιν ηρνείτο. Και μετ' ολίγον πάλιν οι παρεστώτες έλεγον προς τον Πέτρον· Αληθώς εξ αυτών είσαι· διότι Γαλιλαίος είσαι και η λαλιά σου ομοιάζει.
71 ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.
Εκείνος δε ήρχισε να αναθεματίζη και να ομνύη ότι δεν εξεύρω τον άνθρωπον τούτον, τον οποίον λέγετε.
72 καὶ (εὐθὺς *NO*) ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν, καὶ ἀνεμνήσθη ὁ Πέτρος (τὸ ῥῆμα *N(k)O*) (ὡς *NO*) (οὖ *k(o)*) εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι πρὶν ἀλέκτορα φωνῆσαι δίς, τρίς με ἀπαρνήσῃ. καὶ ἐπιβαλὼν ἔκλαιεν.
Και ο αλέκτωρ εφώναξεν εκ δευτέρου. Και ενεθυμήθη ο Πέτρος τον λόγον, τον οποίον είπε προς αυτόν ο Ιησούς, ότι Πριν ο αλέκτωρ φωνάξη δις, θέλεις με αρνηθή τρίς. Και ήρχισε να κλαίη πικρώς.

< Κατα Μαρκον 14 >