< Κατα Μαρκον 13 >
1 Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί.
2 Καὶ ὁ Ἰησοῦς (ἀποκριθεὶς *k*) εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ (ὧδε *NO*) λίθος ἐπὶ (λίθον *N(k)O*) ὃς οὐ μὴ καταλυθῇ.
3 Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ (ἐπηρώτα *N(k)O*) αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας·
4 εἰπὸν ἡμῖν· πότε ταῦτα ἔσται καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;
5 Ὁ δὲ Ἰησοῦς (ἀποκριθεὶς *k*) ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ.
6 πολλοὶ (γὰρ *ko*) ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν.
7 ὅταν δὲ (ἀκούσητε *NK(o)*) πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ (γὰρ *ko*) γενέσθαι, ἀλλ᾽ οὔπω τὸ τέλος.
8 ἐγερθήσεται γὰρ ἔθνος ἐπ᾽ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν· (καὶ *k*) ἔσονται σεισμοὶ κατὰ τόπους· (καὶ *ko*) ἔσονται λιμοί (καὶ ταραχαί· *K*) (ἀρχὴ *N(K)O*) ὠδίνων ταῦτα.
9 Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν (γὰρ *ko*) ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς.
10 καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον.
11 (καὶ *no*) ὅταν (δὲ *k*) (ἄγωσιν *N(k)O*) ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε (μηδὲ μελετᾶτε· *K*) ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον.
12 (καὶ *no*) παραδώσει (δὲ *k*) ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
13 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
14 ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως (τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου *K*) (ἑστηκότα *N(k)(o)*) ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη·
15 ὁ δὲ ἐπὶ τοῦ δώματος μὴ καταβάτω (εἰς τὴν οἰκίαν *KO*) μηδὲ εἰσελθάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ·
16 καὶ ὁ εἰς τὸν ἀγρὸν (ὢν *k*) μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
17 οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
18 προσεύχεσθε δὲ ἵνα μὴ γένηται (ἡ φυγὴ ὑμῶν *K*) χειμῶνος.
19 ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως (ἣν *N(k)O*) ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται.
20 καὶ εἰ μὴ ἐκολόβωσεν κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
21 καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ· (ἴδε *N(k)O*) ὧδε ὁ χριστός (ἢ, *KO*) (ἴδε *N(k)O*) ἐκεῖ, μὴ (πιστεύετε. *N(k)O*)
22 ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν (καὶ *ko*) τοὺς ἐκλεκτούς.
23 ὑμεῖς δὲ βλέπετε· (ἰδού *K*) προείρηκα ὑμῖν πάντα.
24 Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
25 καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ (πίπτοντες, *N(k)O*) καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
26 καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
27 καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους (αὐτοῦ *K*) καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.
28 ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν.
29 οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
30 Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
31 ὁ οὐρανὸς καὶ ἡ γῆ (παρελεύσονται, *NK(o)*) οἱ δὲ λόγοι μου οὐ μὴ (παρελεύσονται. *N(k)O*)
32 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης (ἢ *N(k)O*) τῆς ὥρας οὐδεὶς οἶδεν οὐδὲ οἱ ἄγγελοι (οἱ *k*) ἐν οὐρανῷ οὐδὲ ὁ υἱὸς εἰ μὴ ὁ πατήρ.
33 Βλέπετε, ἀγρυπνεῖτε (καὶ προσεύχεσθε· *KO*) οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν.
34 ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, (καὶ *k*) ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
35 γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται (ἢ *no*) ὀψὲ ἢ (μεσονύκτιον *N(k)O*) ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ·
36 μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας.
37 (ὃ *N(k)O*) δὲ ὑμῖν λέγω, πᾶσιν λέγω· γρηγορεῖτε.