< Κατα Λουκαν 8 >

1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ καὶ οἱ δώδεκα σὺν αὐτῷ
Afterward he traveled through cities and villages, proclaiming the joyful tidings of the Reign of God, being attended by the twelve,
2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνὴ ἀφ᾽ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
and by certain women, who had been delivered from evil spirits and distempers; Mary, called Magdalene, out of whom went seven demons;
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαὶ αἵτινες διηκόνουν (αὐτοῖς *N(K)O*) (ἐκ *N(k)O*) τῶν ὑπαρχόντων αὐταῖς.
Joanna, wife of Chuza, Herod's steward; Susanna, and several others, who assisted him with their property.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·
Now, when a great multitude was assembled, and the people were flocking to him, out of the cities, he spoke by a parable.
5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδὸν καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.
The sower went out to sow his grain: and in sowing, part fell by the way-side, and was crushed under foot, or picked up by the birds;
6 καὶ ἕτερον (κατέπεσεν *N(k)O*) ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.
part fell upon a rock, and when it was sprung up, withered away for want to moisture;
7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν ἀπέπνιξαν αὐτό.
part of it also fell among thorns, and the thorns grew up and choked it;
8 καὶ ἕτερον ἔπεσεν (εἰς *N(k)O*) τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
and part fell into good soil, and sprung up, and yielded increase, a hundred fold. Having said this, he cried, Whosoever has ears to hear, let him hear.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ (λέγοντες· *k*) τίς αὕτη εἴη ἡ παραβολή;
And his disciples asked him, saying, What does this parable mean?
10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
He answered, It is your privilege to know the secrets of the Reign of God, which, to others, are couched in parables; that, though they look, they may not perceive; that though they hear, they may not understand.
11 ἔστιν δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.
Now, this is the meaning of the parable. The seed is the word of God.
12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ (ἀκούσαντες, *N(k)O*) εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν ἵνα μὴ πιστεύσαντες σωθῶσιν.
By the wayside are meant those hearers out of whose hearts the devil coming, takes away the word, these they should believe, and be saved.
13 οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον· καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.
By the rock are meant those, who, when they hear, receive the word with joy; yet not having it rooted in them, are but temporary believers; for in the time of trial they fall off.
14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
By the ground incumbered with thorns, are meant those hearers who are entangled in the business, and pursuits, and pleasures of life; which stifle the word, so that it brings no fruit to maturity.
15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
But by the good soil are meant those, who, having heard the word, retain it in a good and honest heart, and persevere in bringing forth fruit.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾽ ἐπὶ λυχνίας (τίθησιν *N(k)O*) ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.
A lamp is never lighted to be covered with a vessel, or put under a bed; but to be set on a stand, that they who enter may see the light.
17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ (μὴ *no*) (γνωσθῇ *N(k)O*) καὶ εἰς φανερὸν ἔλθῃ.
For there is no secret which shall not be discovered; nor anything concealed which shall not be known, and become public.
18 Βλέπετε οὖν πῶς ἀκούετε· ὃς (ἂν *NK(o)*) γὰρ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς (ἂν *NK(o)*) μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
Take heard, therefore, how you hear; for to him who has, more shall be given; but from him who has not, shall be taken even that which he seems to have.
19 (Παρεγένετο *N(k)O*) δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
Then his mother and brothers came to speak with him; but could not get near him for the crowd.
20 (Καὶ *k*) ἀπηγγέλη (δὲ *no*) αὐτῷ (λέγοντων· *k*) ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν θέλοντές σε.
And it was told him by some persons, Your mother and your brothers are without, desiring to see you.
21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ποιοῦντες (αὐτόν. *k*)
But he, answering, said to them, My mother and my brothers are those who hear the word of God, and obey.
22 (Καὶ *k*) Ἐγένετο (δὲ *no*) ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς· διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης. καὶ ἀνήχθησαν.
One day, Jesus having gone into a bark with his disciples, said to them, Let us cross the lake. Accordingly they set sail.
23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν, καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.
But while they sailed, he fell asleep; and there blew such a storm upon the lake, as filled the bark with water, and endangered lives.
24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα. ὁ δὲ (διεγερθεὶς *N(k)O*) ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος. καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
And they came to him, and awakened him, saying, Master, Master, we perish! Then he arose and rebuked the wind, and the raging of the water: and they ceased, and there was a calm.
25 Εἶπεν δὲ αὐτοῖς· ποῦ (ἐστιν *k*) ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν λέγοντες πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
And Jesus said to them, Where is your faith? But they said one to another, with fear and admiration, Who is this that commands even the winds and the water, and they obey him?
26 καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν (Γερασηνῶν *N(K)O*) ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.
And they arrived at the country of the Gadarenes, which is opposite to Galilee.
27 Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ὑπήντησεν (αὐτῷ *ko*) ἀνήρ τις ἐκ τῆς πόλεως (ὃς *ko*) (ἔχων *N(k)O*) δαιμόνια. καὶ (ἐκ *k*) (χρόνῳ ἱκανῷ *N(k)O*) οὐκ (ἐνεδύσατο *N(k)O*) ἱμάτιον καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ᾽ ἐν τοῖς μνήμασιν.
Being come ashore, a man of the city met him, who had been long possessed by demons; and who wore no clothes, and had no habitation but the sepulchers.
28 ἰδὼν δὲ τὸν Ἰησοῦν (καὶ *k*) ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς.
When he saw Jesus, he roared out, and threw himself at his feet, crying, What have you to do with me, Jesus, Son of the Most High God? I beseech you, do not torment me.
29 παρήγγειλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου· πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ (ἐδεσμεύετο *N(k)O*) ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο (ὑπὸ *NK(o)*) τοῦ (δαιμονίου *N(k)O*) εἰς τὰς ἐρήμους.
(For he had ordered the unclean spirit to come out of the man; for it had frequently seized him, so that when he was chained and fettered, he broke his bonds, and was driven by the fiend into the desert.)
30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ Ἰησοῦς (λέγων· *ko*) τί σοι ὄνομά ἐστιν; ὁ δὲ εἶπεν· (λεγιών· *N(k)O*) ὅτι εἰσῆλθεν δαιμόνια πολλὰ εἰς αὐτόν.
Then Jesus asked him, saying, What is your names?" He answered, Legion; because many demons had entered into him.
31 καὶ (παρεκάλουν *N(k)O*) αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. (Abyssos g12)
And they entreated him, that he would not command them to go into the deep; (Abyssos g12)
32 ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν (βοσκομένη *N(k)O*) ἐν τῷ ὄρει, καὶ (παρεκάλεσαν *N(k)O*) αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν. καὶ ἐπέτρεψεν αὐτοῖς.
but, as there was a numerous herd of swine feeding on the mountain, that he would permit them to enter into the swine. And he permitted them.
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου (εἰσῆλθον *N(k)O*) εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
Then the demons having quitted the man, entered into the swine; and the herd rushed down a precipice into the lake, and were drowned.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ (γεγονὸς *N(k)O*) ἔφυγον καὶ (ἀπελθόντες *K*) ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.
The herdsmen, seeing this, fled, and spread the news through the city and villages.
35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ᾽ οὗ τὰ δαιμόνια (ἐξῆλθεν *N(k)O*) ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.
And the inhabitants flocked out to see what had happened. Being come to Jesus, and finding the man of whom the demons were dispossessed, sitting at the feet of Jesus, clothed, and in his right mind, they were afraid.
36 ἀπήγγειλαν δὲ αὐτοῖς (καὶ *k*) οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.
But having been informed by the spectators, in what manner the demoniac delivered,
37 καὶ (ἠρώτησεν *N(k)O*) αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν (Γερασηνῶν *N(K)O*) ἀπελθεῖν ἀπ᾽ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς (τὸ *k*) πλοῖον ὑπέστρεψεν.
all the people of the country of the Gadarenes, entreated him to leave them; for they were struck with terror. Accordingly, he re-entered the bark, and returned.
38 (ἐδεῖτο *N(k)O*) δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ᾽ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ. ἀπέλυσεν δὲ αὐτὸν (ὁ *k*) (Ἰησοῦς *K*) λέγων·
Now, the man out of whom the demons were gone, entreated his permission to attend him. But Jesus dismissed him, saying,
39 ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ᾽ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
Return home, and relate what great things God has done for you. Then he departed, and published through all the city, what great things Jesus had done for him.
40 (Ἐγένετο *K*) ἐν δὲ τῷ (ὑποστρέφειν *N(k)O*) τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος· ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.
Jesus, at his return, was welcomed by the crowd, who were all waiting for him.
41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ (οὗτος *N(k)O*) ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν. καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ
Meantime, a man named Jairus, came, a ruler of the synagogue, who, throwing himself at the feet of Jesus, besought him to come into his house;
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν. ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.
for he had an only daughter, about twelve years old, who was dying. As Jesus went along, the people crowded him;
43 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις (εἰς *k*) (ἰατροῖς *N(k)O*) προσαναλώσασα ὅλον τὸν βίον (αὐτῆς *ko*) οὐκ ἴσχυσεν (ἀπ᾽ *N(k)O*) οὐδενὸς θεραπευθῆναι,
and a woman, who had been twelve years afflicted with an issue of blood, and had consumed all her living upon physicians, none of whom could cure her,
44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.
coming behind, touched the tuft of his mantle; upon which her issue was stopped.
45 καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ Πέτρος (καὶ οἱ *KO*) (μετ᾽ αὐτοῦ· *K(o)*) ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ἀποθλίβουσιν (καὶ λέγεις τίς ὁ ἁψάμενός μου. *KO*)
Then Jesus said, Who touched me? When every body denied it, Peter, and those with him, answered, Master, the multitude throng and press you, and do you say, Who touched me?
46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν (ἐξεληλυθυῖαν *N(k)O*) ἀπ᾽ ἐμοῦ.
Jesus replied, Some person has touched me; for I am sensible that my power was just now exerted.
47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν, τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ, δι᾽ ἣν αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν (αὐτῷ *k*) ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
Then the woman perceiving that she was discovered, came trembling, and having thrown herself prostrate, declared to him, before all the people, why she had touched him, and how she had been immediately healed:
48 ὁ δὲ εἶπεν αὐτῇ· (θάρσει *K*) (θυγάτηρ, *N(k)O*) ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
and he said to her, Daughter, take courage, your faith has cured you, go in peace.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου λέγων (αὐτῷ *ko*) ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· (μηκέτι *N(K)O*) σκύλλε τὸν διδάσκαλον.
While he was yet speaking, one came from the house of the director of the synagogue, who said, your daughter is dead; trouble not the Teacher.
50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ (λέγων· *k*) μὴ φοβοῦ· μόνον (πίστευσον, *N(k)O*) καὶ σωθήσεται.
Jesus, hearing this, said to Jairus, Fear not; only believe, and she shall be well.
51 (ἐλθὼν *N(k)O*) δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν (τινα *N(k)O*) (σὺν αὐτῷ *NO*) εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.
Being come to the house, he allowed no person to enter with him, except Peter, and John, and James, and the maid's father and mother.
52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· μὴ κλαίετε· οὐ (γὰρ *no*) ἀπέθανεν ἀλλὰ καθεύδει.
And all wept, and lamented her. But he said, Weep not; she is not dead, but asleep.
53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
And they derided him, knowing that she was dead.
54 αὐτὸς δὲ (ἐκβαλὼν ἔξω πάντας καὶ *K*) κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· ἡ παῖς, (ἔγειρε. *N(k)O*)
But he, having made them all retire, took her by the hand, and called, saying, Maiden, arise.
55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
And her spirit returned, and she arose immediately, and he commanded to give her food.
56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
And her parents were astonished, but he charged them not to mention to any person what had happened.

< Κατα Λουκαν 8 >