< Κατα Λουκαν 7 >

1 (Ἐπειδὴ *N(k)O*) ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
επει δε επληρωσεν παντα τα ρηματα αυτου εισ τασ ακοασ του λαου εισηλθεν εισ καπερναουμ
2 ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν ὃς ἦν αὐτῷ ἔντιμος.
εκατονταρχου δε τινοσ δουλοσ κακωσ εχων εμελλεν τελευταν οσ ην αυτω εντιμοσ
3 ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
ακουσασ δε περι του ιησου απεστειλεν προσ αυτον πρεσβυτερουσ των ιουδαιων ερωτων αυτον οπωσ ελθων διασωση τον δουλον αυτου
4 οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι ἄξιός ἐστιν ᾧ (παρέξῃ *N(K)O*) τοῦτο·
οι δε παραγενομενοι προσ τον ιησουν παρεκαλουν αυτον σπουδαιωσ λεγοντεσ οτι αξιοσ εστιν ω παρεξει τουτο
5 ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
αγαπα γαρ το εθνοσ ημων και την συναγωγην αυτοσ ωκοδομησεν ημιν
6 Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν (πρὸς αὐτὸν *ko*) φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· κύριε, μὴ σκύλλου· οὐ γὰρ ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς,
ο δε ιησουσ επορευετο συν αυτοισ ηδη δε αυτου ου μακραν απεχοντοσ απο τησ οικιασ επεμψεν προσ αυτον ο εκατονταρχοσ φιλουσ λεγων αυτω κυριε μη σκυλλου ου γαρ ειμι ικανοσ ινα υπο την στεγην μου εισελθησ
7 διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν. ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ (ἰαθήτω *N(k)O*) ὁ παῖς μου.
διο ουδε εμαυτον ηξιωσα προσ σε ελθειν αλλ ειπε λογω και ιαθησεται ο παισ μου
8 καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας. καὶ λέγω τούτῳ· πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· ποίησον τοῦτο, καὶ ποιεῖ.
και γαρ εγω ανθρωποσ ειμι υπο εξουσιαν τασσομενοσ εχων υπ εμαυτον στρατιωτασ και λεγω τουτω πορευθητι και πορευεται και αλλω ερχου και ερχεται και τω δουλω μου ποιησον τουτο και ποιει
9 ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν· καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· λέγω ὑμῖν, (οὐδὲ *NK(o)*) ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
ακουσασ δε ταυτα ο ιησουσ εθαυμασεν αυτον και στραφεισ τω ακολουθουντι αυτω οχλω ειπεν λεγω υμιν ουτε εν τω ισραηλ τοσαυτην πιστιν ευρον
10 καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν (ἀσθενοῦντα *K*) δοῦλον ὑγιαίνοντα.
και υποστρεψαντεσ οι πεμφθεντεσ εισ τον οικον ευρον τον ασθενουντα δουλον υγιαινοντα
11 Καὶ ἐγένετο ἐν (τῷ *N(k)O*) ἑξῆς (ἐπορεύθη *N(k)O*) εἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ (ἱκανοί *K*) καὶ ὄχλος πολύς.
και εγενετο εν τω εξησ επορευετο εισ πολιν καλουμενην ναιν και συνεπορευοντο αυτω οι μαθηται αυτου ικανοι και οχλοσ πολυσ
12 ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ἦν χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ.
ωσ δε ηγγισεν τη πυλη τησ πολεωσ και ιδου εξεκομιζετο τεθνηκωσ υιοσ μονογενησ τη μητρι αυτου και αυτη χηρα και οχλοσ τησ πολεωσ ικανοσ συν αυτη
13 καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ καὶ εἶπεν αὐτῇ· μὴ κλαῖε.
και ιδων αυτην ο κυριοσ εσπλαγχνισθη επ αυτη και ειπεν αυτη μη κλαιε
14 καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν· καὶ εἶπεν· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
και προσελθων ηψατο τησ σορου οι δε βασταζοντεσ εστησαν και ειπεν νεανισκε σοι λεγω εγερθητι
15 καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν. καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
και ανεκαθισεν ο νεκροσ και ηρξατο λαλειν και εδωκεν αυτον τη μητρι αυτου
16 ἔλαβεν δὲ φόβος (πάντας, *N(k)O*) καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας (ἠγέρθη *N(k)O*) ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
ελαβεν δε φοβοσ παντασ και εδοξαζον τον θεον λεγοντεσ οτι προφητησ μεγασ εγηγερται εν ημιν και οτι επεσκεψατο ο θεοσ τον λαον αυτου
17 καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ καὶ (ἐν *ko*) πάσῃ τῇ περιχώρῳ.
και εξηλθεν ο λογοσ ουτοσ εν ολη τη ιουδαια περι αυτου και εν παση τη περιχωρω
18 Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων.
και απηγγειλαν ιωαννη οι μαθηται αυτου περι παντων τουτων
19 καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς τὸν (κύριον *N(K)O*) λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ (ἄλλον *NK(o)*) προσδοκῶμεν;
και προσκαλεσαμενοσ δυο τινασ των μαθητων αυτου ο ιωαννησ επεμψεν προσ τον ιησουν λεγων συ ει ο ερχομενοσ η αλλον προσδοκωμεν
20 Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς (ἀπέστειλεν *N(k)O*) ἡμᾶς πρὸς σὲ λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν;
παραγενομενοι δε προσ αυτον οι ανδρεσ ειπον ιωαννησ ο βαπτιστησ απεσταλκεν ημασ προσ σε λεγων συ ει ο ερχομενοσ η αλλον προσδοκωμεν
21 ἐν (ἐκείνῃ *N(k)O*) (δὲ *k*) τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο (τὸ *k*) βλέπειν.
εν αυτη δε τη ωρα εθεραπευσεν πολλουσ απο νοσων και μαστιγων και πνευματων πονηρων και τυφλοισ πολλοισ εχαρισατο το βλεπειν
22 καὶ ἀποκριθεὶς (ὁ Ἰησοῦς *k*) εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· (ὅτι *ko*) τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, (καὶ *no*) κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται,
και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ πορευθεντεσ απαγγειλατε ιωαννη α ειδετε και ηκουσατε οτι τυφλοι αναβλεπουσιν χωλοι περιπατουσιν λεπροι καθαριζονται κωφοι ακουουσιν νεκροι εγειρονται πτωχοι ευαγγελιζονται
23 καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
και μακαριοσ εστιν οσ εαν μη σκανδαλισθη εν εμοι
24 Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν πρὸς (τοὺς ὄχλους *NK(o)*) περὶ Ἰωάννου· τί (ἐξήλθατε *N(k)O*) εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
απελθοντων δε των αγγελων ιωαννου ηρξατο λεγειν τοισ οχλοισ περι ιωαννου τι εξεληλυθατε εισ την ερημον θεασασθαι καλαμον υπο ανεμου σαλευομενον
25 ἀλλὰ τί (ἐξήλθατε *N(k)O*) ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
αλλα τι εξεληλυθατε ιδειν ανθρωπον εν μαλακοισ ιματιοισ ημφιεσμενον ιδου οι εν ιματισμω ενδοξω και τρυφη υπαρχοντεσ εν τοισ βασιλειοισ εισιν
26 ἀλλὰ τί (ἐξήλθατε *N(k)O*) ἰδεῖν; προφήτην; ναὶ λέγω ὑμῖν· καὶ περισσότερον προφήτου.
αλλα τι εξεληλυθατε ιδειν προφητην ναι λεγω υμιν και περισσοτερον προφητου
27 οὗτός ἐστιν περὶ οὗ γέγραπται· ἰδοὺ (ἐγώ *k*) ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
ουτοσ εστιν περι ου γεγραπται ιδου εγω αποστελλω τον αγγελον μου προ προσωπου σου οσ κατασκευασει την οδον σου εμπροσθεν σου
28 Λέγω (γὰρ *k*) ὑμῖν· μείζων ἐν γεννητοῖς γυναικῶν (προφήτης *KO*) (τοῦ *k*) (Ἰωάννου *N(K)O*) οὐδείς ἐστιν. ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
λεγω γαρ υμιν μειζων εν γεννητοισ γυναικων προφητησ ιωαννου του βαπτιστου ουδεισ εστιν ο δε μικροτεροσ εν τη βασιλεια του θεου μειζων αυτου εστιν
29 καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεὸν βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου.
και πασ ο λαοσ ακουσασ και οι τελωναι εδικαιωσαν τον θεον βαπτισθεντεσ το βαπτισμα ιωαννου
30 οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτοὺς μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ.
οι δε φαρισαιοι και οι νομικοι την βουλην του θεου ηθετησαν εισ εαυτουσ μη βαπτισθεντεσ υπ αυτου
31 (Εἶπεν δὲ ὁ κύριος, *K*) τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης καὶ τίνι εἰσὶν ὅμοιοι;
τινι ουν ομοιωσω τουσ ανθρωπουσ τησ γενεασ ταυτησ και τινι εισιν ομοιοι
32 ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις (ἃ *no*) (καὶ *k*) (λέγει· *N(k)(o)*) ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν (ὑμῖν *k*) καὶ οὐκ ἐκλαύσατε.
ομοιοι εισιν παιδιοισ τοισ εν αγορα καθημενοισ και προσφωνουσιν αλληλοισ και λεγουσιν ηυλησαμεν υμιν και ουκ ωρχησασθε εθρηνησαμεν υμιν και ουκ εκλαυσατε
33 ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς (μὴ *N(k)O*) ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· δαιμόνιον ἔχει.
εληλυθεν γαρ ιωαννησ ο βαπτιστησ μητε αρτον εσθιων μητε οινον πινων και λεγετε δαιμονιον εχει
34 ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
εληλυθεν ο υιοσ του ανθρωπου εσθιων και πινων και λεγετε ιδου ανθρωποσ φαγοσ και οινοποτησ φιλοσ τελωνων και αμαρτωλων
35 καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ πάντων τῶν τέκνων αὐτῆς.
και εδικαιωθη η σοφια απο των τεκνων αυτησ παντων
36 Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ. καὶ εἰσελθὼν εἰς (τὸν οἶκον *N(k)O*) τοῦ Φαρισαίου (κατεκλίθη. *N(K)O*)
ηρωτα δε τισ αυτον των φαρισαιων ινα φαγη μετ αυτου και εισελθων εισ την οικιαν του φαρισαιου ανεκλιθη
37 καὶ ἰδοὺ γυνὴ ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός. (καὶ *no*) ἐπιγνοῦσα ὅτι (κατάκειται *N(k)O*) ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
και ιδου γυνη εν τη πολει ητισ ην αμαρτωλοσ επιγνουσα οτι ανακειται εν τη οικια του φαρισαιου κομισασα αλαβαστρον μυρου
38 καὶ στᾶσα ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ, κλαίουσα τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
και στασα παρα τουσ ποδασ αυτου οπισω κλαιουσα ηρξατο βρεχειν τουσ ποδασ αυτου τοισ δακρυσιν και ταισ θριξιν τησ κεφαλησ αυτησ εξεμασσεν και κατεφιλει τουσ ποδασ αυτου και ηλειφεν τω μυρω
39 ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· οὗτος εἰ ἦν (ὁ *o*) προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν.
ιδων δε ο φαρισαιοσ ο καλεσασ αυτον ειπεν εν εαυτω λεγων ουτοσ ει ην προφητησ εγινωσκεν αν τισ και ποταπη η γυνη ητισ απτεται αυτου οτι αμαρτωλοσ εστιν
40 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· διδάσκαλε εἰπέ, φησίν.
και αποκριθεισ ο ιησουσ ειπεν προσ αυτον σιμων εχω σοι τι ειπειν ο δε φησιν διδασκαλε ειπε
41 δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι. ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
δυο χρεωφειλεται ησαν δανειστη τινι ο εισ ωφειλεν δηναρια πεντακοσια ο δε ετεροσ πεντηκοντα
42 μὴ ἐχόντων (δὲ *k*) αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν αὐτῶν (εἶπέ *k*) πλεῖον ἀγαπήσει αὐτόν;
μη εχοντων δε αυτων αποδουναι αμφοτεροισ εχαρισατο τισ ουν αυτων ειπε πλειον αυτον αγαπησει
43 ἀποκριθεὶς (δὲ ὁ *ko*) Σίμων εἶπεν· ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· ὀρθῶς ἔκρινας.
αποκριθεισ δε ο σιμων ειπεν υπολαμβανω οτι ω το πλειον εχαρισατο ο δε ειπεν αυτω ορθωσ εκρινασ
44 καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ μοι ἐπὶ (τοὺς *ko*) πόδας (μου *k*) οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν (τὴς κεφαλῆς *K*) αὐτῆς ἐξέμαξεν.
και στραφεισ προσ την γυναικα τω σιμωνι εφη βλεπεισ ταυτην την γυναικα εισηλθον σου εισ την οικιαν υδωρ επι τουσ ποδασ μου ουκ εδωκασ αυτη δε τοισ δακρυσιν εβρεξεν μου τουσ ποδασ και ταισ θριξιν τησ κεφαλησ αυτησ εξεμαξεν
45 φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφ᾽ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
φιλημα μοι ουκ εδωκασ αυτη δε αφ ησ εισηλθον ου διελιπεν καταφιλουσα μου τουσ ποδασ
46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου.
ελαιω την κεφαλην μου ουκ ηλειψασ αυτη δε μυρω ηλειψεν μου τουσ ποδασ
47 οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
ου χαριν λεγω σοι αφεωνται αι αμαρτιαι αυτησ αι πολλαι οτι ηγαπησεν πολυ ω δε ολιγον αφιεται ολιγον αγαπα
48 εἶπεν δὲ αὐτῇ· ἀφέωνταί σου αἱ ἁμαρτίαι.
ειπεν δε αυτη αφεωνται σου αι αμαρτιαι
49 καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
και ηρξαντο οι συνανακειμενοι λεγειν εν εαυτοισ τισ ουτοσ εστιν οσ και αμαρτιασ αφιησιν
50 εἶπεν δὲ πρὸς τὴν γυναῖκα· ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
ειπεν δε προσ την γυναικα η πιστισ σου σεσωκεν σε πορευου εισ ειρηνην

< Κατα Λουκαν 7 >