< Κατα Λουκαν 4 >
1 Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ πνεύματι (ἐν τῇ ἐρήμῳ *N(k)O*)
But Jesus, full of [the] Holy Spirit, returned from the Jordan, and was led by the Spirit in the wilderness
2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν (ὕστερον *K*) ἐπείνασεν.
forty days, tempted of the devil; and in those days he did not eat anything, and when they were finished he hungered.
3 (Καὶ *k*) εἶπεν (δὲ *no*) αὐτῷ ὁ διάβολος· εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.
And the devil said to him, If thou be Son of God, speak to this stone, that it become bread.
4 καὶ ἀπεκρίθη πρὸς αὐτὸν (ὁ *no*) Ἰησοῦς (λέγων· *k*) γέγραπται ὅτι οὐκ ἐπ᾽ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος (ἀλλ᾽ ἐπὶ παντὶ ῥήματι θεοῦ. *KO*)
And Jesus answered unto him saying, It is written, Man shall not live by bread alone, but by every word of God.
5 Καὶ ἀναγαγὼν αὐτὸν (ὁ *k*) (διάβολος εἰς ὄρος ὑψηλὸν *K*) ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου
And [the devil], leading him up into a high mountain, shewed him all the kingdoms of the habitable world in a moment of time.
6 καὶ εἶπεν αὐτῷ ὁ διάβολος· σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ (ἐὰν *NK(o)*) θέλω δίδωμι αὐτήν·
And the devil said to him, I will give thee all this power, and their glory; for it is given up to me, and to whomsoever I will I give it.
7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον (ἐμοῦ *N(k)O*) ἔσται σοῦ (πᾶσα. *N(k)O*)
If therefore thou wilt do homage before me, all [of it] shall be thine.
8 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ (ὕπαγε *KO*) (ὀπίσω μου Σατανᾶ· *K*) γέγραπται· (γὰρ *k*) κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.
And Jesus answering him said, It is written, Thou shalt do homage to [the] Lord thy God, and him alone shalt thou serve.
9 (Καὶ *k*) Ἤγαγεν (δὲ *no*) αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν (αὐτὸν *ko*) ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ καὶ εἶπεν αὐτῷ· εἰ (ὁ *k*) υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·
And he led him to Jerusalem, and set him on the edge of the temple, and said to him, If thou be Son of God, cast thyself down hence;
10 γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε·
for it is written, He shall give charge to his angels concerning thee to keep thee;
11 καὶ ὅτι ἐπὶ χειρῶν ἀροῦσίν σε, μήποτε μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου.
and on [their] hands shall they bear thee, lest in any wise thou strike thy foot against a stone.
12 Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι εἴρηται· οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου.
And Jesus answering said to him, It is said, Thou shalt not tempt [the] Lord thy God.
13 καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ᾽ αὐτοῦ ἄχρι καιροῦ.
And the devil, having completed every temptation, departed from him for a time.
14 Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ πνεύματος εἰς τὴν Γαλιλαίαν, καὶ φήμη ἐξῆλθεν καθ᾽ ὅλης τῆς περιχώρου περὶ αὐτοῦ.
And Jesus returned in the power of the Spirit to Galilee; and a rumour went out into the whole surrounding country about him;
15 καὶ αὐτὸς ἐδίδασκεν ἐν ταῖς συναγωγαῖς αὐτῶν δοξαζόμενος ὑπὸ πάντων.
and he taught in their synagogues, being glorified of all.
16 Καὶ ἦλθεν εἰς (τὴν *k*) Ναζαρὰ οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγὴν καὶ ἀνέστη ἀναγνῶναι.
And he came to Nazareth, where he was brought up; and he entered, according to his custom, into the synagogue on the sabbath day, and stood up to read.
17 καὶ ἐπεδόθη αὐτῷ βιβλίον τοῦ προφήτου Ἠσαΐου· καὶ (ἀναπτύξας *NK(o)*) τὸ βιβλίον εὗρεν τὸν τόπον οὗ ἦν γεγραμμένον
And [the] book of the prophet Esaias was given to him; and having unrolled the book he found the place where it was written,
18 πνεῦμα κυρίου ἐπ᾽ ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με (εὐαγγελίσασθαι *N(k)O*) πτωχοῖς, ἀπέσταλκέν με (ἰὰσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν *K*) κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει,
[The] Spirit of [the] Lord is upon me, because he has anointed me to preach glad tidings to [the] poor; he has sent me to preach to captives deliverance, and to [the] blind sight, to send forth [the] crushed delivered,
19 κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν.
to preach [the] acceptable year of [the] Lord.
20 καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν, καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ.
And having rolled up the book, when he had delivered it up to the attendant, he sat down; and the eyes of all in the synagogue were fixed upon him.
21 ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν.
And he began to say to them, To-day this scripture is fulfilled in your ears.
22 καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· (οὐχὶ *N(k)O*) υἱός ἐστιν (ὁ *ko*) Ἰωσὴφ οὗτος;
And all bore witness to him, and wondered at the words of grace which were coming out of his mouth. And they said, Is not this the son of Joseph?
23 καὶ εἶπεν πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα (εἰς *N(k)O*) (τὴν *NK(o)*) Καφαρναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου.
And he said to them, Ye will surely say to me this parable, Physician, heal thyself; whatsoever we have heard has taken place in Capernaum do here also in thine own country.
24 Εἶπεν δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ.
And he said, Verily I say to you, that no prophet is acceptable in his [own] country.
25 ἐπ᾽ ἀληθείας δὲ λέγω ὑμῖν· πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου ἐν τῷ Ἰσραὴλ ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν·
But of a truth I say to you, There were many widows in Israel in the days of Elias, when the heaven was shut up for three years and six months, so that a great famine came upon all the land,
26 καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς (Σιδωνίας *N(k)O*) πρὸς γυναῖκα χήραν.
and to none of them was Elias sent but to Sarepta of Sidonia, to a woman [that was] a widow.
27 καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου· καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν ὁ Σύρος.
And there were many lepers in Israel in the time of Elisha the prophet, and none of them was cleansed but Naaman the Syrian.
28 Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα·
And they were all filled with rage in the synagogue, hearing these things;
29 καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως (τῆς *k*) ὀφρύος τοῦ ὄρους ἐφ᾽ οὗ ἡ πόλις ᾠκοδόμητο αὐτῶν (ὥστε *N(k)O*) κατακρημνίσαι αὐτόν.
and rising up they cast him forth out of the city, and led him up to the brow of the mountain upon which their city was built, so that they might throw him down the precipice;
30 αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.
but he, passing through the midst of them, went his way,
31 Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν.
and descended to Capernaum, a city of Galilee, and taught them on the sabbaths.
32 καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ.
And they were astonished at his doctrine, for his word was with authority.
33 καὶ ἐν τῇ συναγωγῇ ἦν ἄνθρωπος ἔχων πνεῦμα δαιμονίου ἀκαθάρτου, καὶ ἀνέκραξεν φωνῇ μεγάλῃ·
And there was in the synagogue a man having a spirit of an unclean demon, and he cried with a loud voice,
34 (λέγων *ko*) ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
saying, Eh! what have we to do with thee, Jesus, Nazarene? hast thou come to destroy us? I know thee who thou art, the Holy [One] of God.
35 καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· φιμώθητι καὶ ἔξελθε (ἀπ᾽ *N(k)O*) αὐτοῦ. καὶ ῥῖψαν αὐτὸν τὸ δαιμόνιον εἰς τὸ μέσον ἐξῆλθεν ἀπ᾽ αὐτοῦ μηδὲν βλάψαν αὐτόν.
And Jesus rebuked him, saying, Hold thy peace, and come out from him. And the demon, having thrown him down into the midst, came out from him without doing him any injury.
36 καὶ ἐγένετο θάμβος ἐπὶ πάντας, καὶ συνελάλουν πρὸς ἀλλήλους λέγοντες· τίς ὁ λόγος οὗτος ὅτι ἐν ἐξουσίᾳ καὶ δυνάμει ἐπιτάσσει τοῖς ἀκαθάρτοις πνεύμασιν, καὶ ἐξέρχονται;
And astonishment came upon all, and they spoke to one another, saying, What word [is] this? for with authority and power he commands the unclean spirits, and they come out.
37 Καὶ ἐξεπορεύετο ἦχος περὶ αὐτοῦ εἰς πάντα τόπον τῆς περιχώρου.
And a rumour went out into every place of the country round concerning him.
38 Ἀναστὰς δὲ (ἀπὸ *N(k)O*) τῆς συναγωγῆς εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. (ἡ *k*) πενθερὰ δὲ τοῦ Σίμωνος ἦν συνεχομένη πυρετῷ μεγάλῳ, καὶ ἠρώτησαν αὐτὸν περὶ αὐτῆς.
And rising up out of the synagogue, he entered into the house of Simon. But Simon's mother-in-law was suffering under a bad fever; and they asked him for her.
39 καὶ ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησεν τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν· παραχρῆμα δὲ ἀναστᾶσα διηκόνει αὐτοῖς.
And standing over her, he rebuked the fever, and it left her; and forthwith standing up she served them.
40 Δύνοντος δὲ τοῦ ἡλίου (ἅπαντες *N(k)O*) ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας (ἐπιτιθεὶς ἐθεράπευεν *N(k)O*) αὐτούς.
And when the sun went down, all, as many as had persons sick with divers diseases, brought them to him, and having laid his hands on every one of them, he healed them;
41 ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν (κραυγάζοντα *N(k)O*) καὶ λέγοντα ὅτι σὺ εἶ (ὁ χριστὸς *K*) ὁ υἱὸς τοῦ θεοῦ. καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
and demons also went out from many, crying out and saying, Thou art the Son of God. And rebuking them, he suffered them not to speak, because they knew him to be the Christ.
42 Γενομένης δὲ ἡμέρας ἐξελθὼν ἐπορεύθη εἰς ἔρημον τόπον, καὶ οἱ ὄχλοι (ἐπεζήτουν *N(k)O*) αὐτὸν καὶ ἦλθον ἕως αὐτοῦ καὶ κατεῖχον αὐτὸν τοῦ μὴ πορεύεσθαι ἀπ᾽ αὐτῶν.
And when it was day he went out, and went into a desert place, and the crowds sought after him, and came up to him, and [would have] kept him back that he should not go from them.
43 ὁ δὲ εἶπεν πρὸς αὐτοὺς ὅτι καὶ ταῖς ἑτέραις πόλεσιν εὐαγγελίσασθαί με δεῖ τὴν βασιλείαν τοῦ θεοῦ, ὅτι (ἐπὶ *N(k)O*) τοῦτο (ἀπεστάλην. *N(k)O*)
But he said to them, I must needs announce the glad tidings of the kingdom of God to the other cities also, for for this I have been sent forth.
44 καὶ ἦν κηρύσσων (εἰς τὰς συναγωγὰς *N(k)O*) τῆς (Ἰουδαίας. *N(K)O*)
And he was preaching in the synagogues of Galilee.