< Κατα Λουκαν 20 >

1 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν (ἐκείνων *k*) διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ (ἀρχιερεῖς *NK(o)*) καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
And it came to pass, on one of those days, as He is teaching the people in the temple, and proclaiming good news, the chief priests and the scribes, with the elders, came on [Him],
2 καὶ εἶπαν λέγοντες πρὸς αὐτόν· εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
and spoke to Him, saying, “Tell us by what authority You do these things? Or who is he that gave to You this authority?”
3 Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ κἀγὼ (ἕνα *k*) λόγον, καὶ εἴπατέ μοι·
And He answering said to them, “I will question you—I also—one thing, and tell Me:
4 τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
the immersion of John, was it from Heaven, or from men?”
5 οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ· διὰ τί (οὖν *K*) οὐκ ἐπιστεύσατε αὐτῷ;
And they reasoned with themselves, saying, “If we may say, From Heaven, He will say, Why, then, did you not believe him?
6 ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, ὁ λαὸς (ἅπας *N(k)O*) καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
And if we may say, From men, all the people will stone us, for they are having been persuaded John to be a prophet.”
7 καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
And they answered that they did not know from where [it was],
8 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
and Jesus said to them, “Neither do I say to you by what authority I do these things.”
9 Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός (τις *NK*) ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς.
And He began to speak to the people this allegory: “A certain man planted a vineyard, and gave it out to farmers, and went abroad for a long time,
10 καὶ (ἐν *k*) καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος (δώσουσιν *N(k)O*) αὐτῷ· οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν.
and at the season he sent a servant to the farmers, that they may give to him from the fruit of the vineyard, but the farmers having beat him, sent [him] away empty.
11 καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον· οἱ δὲ κἀκεῖνον κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
And he added to send another servant, and they also having beaten and dishonored that one, sent [him] away empty;
12 καὶ προσέθετο τρίτον πέμψαι· οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
and he added to send a third, and this one also, having wounded, they cast out.
13 Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον (ἰδόντες *K*) ἐντραπήσονται.
And the owner of the vineyard said, What will I do? I will send my son, the beloved, perhaps having seen this one, they will respect [him];
14 ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς (ἀλλήλους *N(k)O*) λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· (δεῦτε *K*) ἀποκτείνωμεν αὐτὸν ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
and having seen him, the farmers reasoned among themselves, saying, This is the heir; come, we may kill him, that the inheritance may become ours;
15 καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
and having cast him outside of the vineyard, they killed [him]; what, then, will the owner of the vineyard do to them?
16 ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· μὴ γένοιτο.
He will come, and destroy these farmers, and will give the vineyard to others.” And having heard, they said, “Let it not be!”
17 ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
And He, having looked on them, said, “What, then, is this that has been written: A stone that the builders rejected—this became head of a corner?
18 πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
Everyone who has fallen on that stone will be broken, and on whom it may fall, it will crush him to pieces.”
19 Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην.
And the chief priests and the scribes sought to lay hands on Him in that hour, and they feared the people, for they knew that He spoke this allegory against them.
20 Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, (ὥστε *N(k)O*) παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
And having watched [Him], they sent forth ones lying in wait, feigning themselves to be righteous, that they might take hold of His word, to deliver Him up to the rule and to the authority of the governor,
21 καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις.
and they questioned Him, saying, “Teacher, we have known that You say and teach correctly, and do not receive a person, but in truth teach the way of God.
22 ἔξεστιν (ἡμᾶς *N(k)O*) Καίσαρι φόρον δοῦναι ἢ οὔ;
Is it lawful to us to give tribute to Caesar or not?”
23 κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς (τί *KO*) (με πειράζετε· *K*)
And He, having perceived their craftiness, said to them, “Why do you tempt Me?
24 (δείξατέ *N(k)O*) μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; (οἱ *N(K)O*) δὲ εἶπαν· Καίσαρος.
Show Me a denarius; of whom does it have an image and inscription?” And they answering said, “Of Caesar”:
25 ὁ δὲ εἶπεν (πρὸς *no*) (αὐτούς· *N(k)O*) τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
and He said to them, “Give back, therefore, the things of Caesar to Caesar, and the things of God to God”;
26 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι (αὐτοῦ *NK(o)*) ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
and they were not able to take hold on His saying before the people, and having wondered at His answer, they were silent.
27 Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ (ἀντιλέγοντες *NK(o)*) ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν
And certain of the Sadducees, who are denying that there is a resurrection, having come near, questioned Him,
28 λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν· ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος (ᾖ, *N(K)O*) ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
saying, “Teacher, Moses wrote to us if anyone’s brother may die, having a wife, and he may die childless—that his brother may take the wife, and may raise up seed to his brother.
29 ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος,
There were, then, seven brothers, and the first having taken a wife, died childless,
30 καὶ (ἔλαβεν *K*) ὁ δεύτερος (τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος *K*)
and the second took the wife, and he died childless,
31 καὶ ὁ τρίτος ἔλαβεν αὐτήν (ὡσαύτως, *o*) ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον.
and the third took her, and in like manner also the seven—they left no children, and they died;
32 ὕστερον (δὲ πάντων *K*) καὶ ἡ γυνὴ ἀπέθανεν.
and last of all the woman also died:
33 (ἡ γυνὴ *no*) οὖν ἐν τῇ ἀναστάσει, τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
in the resurrection, then, of which of them does she become wife? For the seven had her as wife.”
34 Καὶ (ἀποκριθεὶς *k*) εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ (γαμίσκονται, *N(k)O*) (aiōn g165)
And Jesus answering said to them, “The sons of this age marry and are given in marriage, (aiōn g165)
35 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε (γαμίζονται· *N(k)(o)*) (aiōn g165)
but those accounted worthy to obtain that age, and the resurrection that is out of the dead, neither marry, nor are they given in marriage; (aiōn g165)
36 (οὐδὲ *N(k)O*) γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν, καὶ υἱοί εἰσιν (τοῦ *k*) θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες.
for neither are they able to die anymore—for they are like messengers—and they are sons of God, being sons of the resurrection.
37 ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ καὶ (τὸν *k*) θεὸν Ἰσαὰκ καὶ (τὸν *k*) θεὸν Ἰακώβ.
And that the dead are raised, even Moses showed at the Bush, since he calls the LORD the God of Abraham, and the God of Isaac, and the God of Jacob;
38 θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
and He is not a God of dead men, but of living, for all live to Him.”
39 Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· διδάσκαλε, καλῶς εἶπας.
And certain of the scribes answering said, “Teacher, You said well”;
40 οὐκέτι οὐκέτι (γὰρ *N(k)O*) ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
and they no longer dared question Him anything.
41 Εἶπεν δὲ πρὸς αὐτούς· πῶς λέγουσιν τὸν χριστὸν εἶναι Δαυὶδ υἱόν;
And He said to them, “How do they say the Christ is [the] son of David,
42 (καὶ *ko*) αὐτὸς (γὰρ *no*) Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· εἶπεν (ὁ *ko*) κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου
and David himself says in [the] Scroll of Psalms, The LORD said to my Lord, Sit on My right hand,
43 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Until I will make Your enemies Your footstool;
44 Δαυὶδ οὖν κύριον αὐτὸν καλεῖ, καὶ πῶς αὐτοῦ υἱός ἐστιν;
David, then, calls Him Lord, and how is He his son?”
45 Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
And all the people hearing, He said to His disciples,
46 προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
“Take heed of the scribes, who are wishing to walk in long robes, and are cherishing salutations in the markets, and first seats in the synagogues, and first couches at the banquets,
47 οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.
who devour the houses of the widows, and make long prayers for a pretense, these will receive more abundant judgment.”

< Κατα Λουκαν 20 >