< Κατα Λουκαν 18 >
1 Ἔλεγεν δὲ (καὶ *ko*) παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι (αὐτοὺς *no*) καὶ μὴ ἐγκακεῖν
And He spake also a parable to them, to shew that men ought always to pray, and not to faint:
2 λέγων· κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος.
saying, There was a judge in a certain city, who neither feared God, nor regarded man.
3 χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.
And there was a widow in that city, who came to him, saying, Do me justice of my adversary.
4 καὶ οὐκ (ἤθελεν *N(k)O*) ἐπὶ χρόνον. μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι (οὐδὲ *N(k)O*) ἄνθρωπον ἐντρέπομαι,
And he would not for a time: but afterwards he said within himself, Though I fear not God,
5 διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.
nor regard man, yet because this widow gives me trouble, I will do her justice, least by continually coming she weary me out.
6 Εἶπεν δὲ ὁ κύριος· ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει·
And the Lord said, hear what even the unjust judge saith:
7 ὁ δὲ θεὸς οὐ μὴ (ποιήσῃ *N(k)O*) τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων (πρὸς *k*) (αὐτῷ *N(k)O*) ἡμέρας καὶ νυκτός, καὶ (μακροθυμεῖ *N(k)O*) ἐπ᾽ αὐτοῖς;
and will not God do justice for his elect that cry to Him day and night, though He bear long with them.
8 λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;
I tell you, He will avenge them speedily. And yet when the Son of man cometh, shall He find faith in the land?
9 Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφ᾽ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ (ἐξουθενοῦντας *NK(o)*) τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην.
And He spake also this parable to some that trusted in themselves as being righteous, and despised others.
10 Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης.
Two men went up to the temple to pray; the one a pharisee and the other a publican.
11 ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ (ὥσπερ *NK(o)*) οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης.
The pharisee standing by himself prayed thus, O God, I thank thee that I am not as other men are, rapacious, unjust, adulterous, or even as this publican.
12 νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι.
I fast twice a week, and I give tithes of all that I possess.
13 (καὶ *ko*) Ὁ (δὲ *no*) τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλ᾽ ἔτυπτεν (εἰς *k*) τὸ στῆθος (αὐτοῦ *NK(o)*) λέγων· ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.
But the publican standing at a distance did not presume so much as to lift up his eyes to heaven, but smote upon his breast, saying, O God, be merciful to me a sinner.
14 λέγω ὑμῖν· κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ (ἢ *k*) (παρ᾽ *n(o)*) (ἐκεῖνον. *N(k)O*) ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
I tell you, this man went down to his house justified rather than the other: for whoever exalteth himself shall be abased, but he that humbleth himself shall be exalted.
15 Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ (ἐπετίμων *N(k)O*) αὐτοῖς.
And they brought to Him infants also, that He might touch them: and his disciples seeing it rebuked them.
16 ὁ δὲ Ἰησοῦς (προσεκαλέσατο *N(k)O*) αὐτὰ (λέγων· *N(k)O*) ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
But Jesus called them to Him and said, Suffer little children to come unto me, and forbid them not: for of such is the kingdom of God.
17 ἀμὴν λέγω ὑμῖν· ὃς (ἂν *N(k)O*) μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
Verily I tell you, Whosoever shall not receive the kingdom of God as a little child shall by no means enter into it.
18 Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios )
And a certain ruler asked Him, saying, Good master, what shall I do to inherit eternal life? (aiōnios )
19 εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
And Jesus said unto him, Why callest thou me good? there is none good but one, that is God.
20 τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα (σου. *k*)
Thou knowest the commandments, Do not commit adultery, Do not kill, Do not steal, Do not bear false witness, Honour thy father and thy mother.
21 ὁ δὲ εἶπεν· ταῦτα πάντα (ἐφύλαξα *N(k)O*) ἐκ νεότητος (μου. *ko*)
And he said, all these have I kept from my youth.
22 Ἀκούσας δὲ (ταῦτα *k*) ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν (τοῖς *no*) (οὐρανοῖς· *N(k)O*) καὶ δεῦρο, ἀκολούθει μοι.
But when Jesus heard these things He said unto him, Thou yet wantest one thing, Sell all that thou hast, and distribute to the poor, and thou shalt have treasure in heaven: and come, follow me.
23 Ὁ δὲ ἀκούσας ταῦτα περίλυπος (ἐγενήθη· *N(k)O*) ἦν γὰρ πλούσιος σφόδρα.
But when he heard this, he was very sorrowful; for he was very rich.
24 Ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον εἶπεν· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ (εἰσπορεύονται. *N(k)O*)
And when Jesus saw that he was very sorrowful, He said, How difficultly shall they that have riches enter into the kingdom of God?
25 εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ (τρήματος βελόνης *N(k)O*) εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
For it is easier for a camel to go through the eye of a needle, than for a rich man to enter into the kingdom of God.
26 εἶπαν δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι;
And they that heard it said, Who then can be saved?
27 ὁ δὲ εἶπεν· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ θεῷ ἐστιν.
But He answered, Things impossible with men are possible with God.
28 Εἶπεν δὲ ὁ Πέτρος· ἰδοὺ ἡμεῖς (ἀφέντες *N(k)O*) (τὰ *no*) (ἴδια *N(k)O*) (καὶ *k*) ἠκολουθήσαμέν σοι.
Then said Peter, Behold, we have quitted all, and followed Thee.
29 Ὁ δὲ εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ,
And He said unto them, Verily I tell you, there is no one that hath left house, or parents, or brethren, or wife, or children, for the sake of the kingdom of God,
30 ὃς (οὐχὶ *N(k)O*) μὴ (ἀπολάβῃ *NK(o)*) πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. (aiōn , aiōnios )
who shall not receive manifold more even in this life, and in the world to come life everlasting. (aiōn , aiōnios )
31 Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς (Ἰερουσαλήμ, *N(k)O*) καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου·
And He took the twelve with Him and said to them, Behold, we are going up to Jerusalem, and all things written by the prophets concerning the Son of man shall be accomplished.
32 παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται,
For He shall be delivered to the Gentiles, and insulted, and abused, and spit upon, and they will scourge Him, and put Him to death:
33 καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται.
and the third day He shall rise again.
34 καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾽ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.
But they understood none of these things; and this matter was hid from them, so that they knew not the things which were spoken.
35 Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν (ἐπαιτῶν. *N(k)O*)
And as he was near to Jericho, a certain blind man sat by the way-side begging.
36 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί (ἂν *o*) εἴη τοῦτο.
And hearing a multitude passing by, he asked what it meant.
37 ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.
And they told him, Jesus of Nazareth is coming by.
38 καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με.
And he cried out, saying, Jesus, thou son of David, have compassion on me.
39 Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα (σιγήσῃ. *N(k)O*) αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυίδ, ἐλέησόν με.
And they, that went before, rebuked him, that he might hold his peace, but he cried out the more, O Son of David, have pity on me.
40 Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν·
So Jesus stopt, and ordered him to be brought to Him: and when he was come near,
41 (λέγων *ko*) τί σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· κύριε, ἵνα ἀναβλέψω.
He asked him, saying, What wouldst thou that I should do for thee? And he said, Lord, that I may recover my sight.
42 καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.
And Jesus said unto him, Receive thy sight: thy faith hath saved thee.
43 καὶ παραχρῆμα ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.
And immediately he received his sight, and followed Him, glorifying God: and all the people, when they saw it, gave praise unto God.