< Κατα Λουκαν 14 >
1 Καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων τῶν Φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν.
And it came to pass, as he went into the house of one of the rulers, [who was] of the Pharisees, to eat bread on [the] sabbath, that they were watching him.
2 καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ.
And behold, there was a certain dropsical [man] before him.
3 Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ Φαρισαίους λέγων· (εἰ *k*) ἔξεστιν τῷ σαββάτῳ (θεραπεῦσαι *N(k)O*) (ἢ οὔ; *NO*)
And Jesus answering spoke unto the doctors of the law and Pharisees, saying, Is it lawful to heal on the sabbath?
4 οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν.
But they were silent. And taking him he healed him and let him go.
5 Καὶ (ἀποκριθεὶς *k*) πρὸς αὐτοὺς εἶπεν· τίνος ὑμῶν (υἱὸς *N(K)O*) ἢ βοῦς εἰς φρέαρ (πεσεῖται, *N(k)O*) καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν (τῇ *ko*) ἡμέρᾳ τοῦ σαββάτου;
And answering he said to them, Of which of you shall an ass or ox fall into a well, that he does not straightway pull him up on the sabbath day?
6 καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι (αὐτῷ *k*) πρὸς ταῦτα.
And they were not able to answer him to these things.
7 Ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολὴν ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς·
And he spoke a parable to those that were invited, remarking how they chose out the first places, saying to them,
8 ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ,
When thou art invited by any one to a wedding, do not lay thyself down in the first place at table, lest perhaps a more honourable than thou be invited by him,
9 καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι· δὸς τούτῳ τόπον. καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν.
and he who invited thee and him come and say to thee, Give place to this [man], and then thou begin with shame to take the last place.
10 ἀλλ᾽ ὅταν κληθῇς, πορευθεὶς (ἀνάπεσε *N(k)O*) εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε, (ἐρεῖ *N(k)O*) σοι· φίλε, προσανάβηθι ἀνώτερον. τότε ἔσται σοι δόξα ἐνώπιον (πάντων *NO*) τῶν συνανακειμένων σοι.
But when thou hast been invited, go and put thyself down in the last place, that when he who has invited thee comes, he may say to thee, Friend, go up higher: then shalt thou have honour before all that are lying at table with thee;
11 ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
for every one that exalts himself shall be abased, and he that abases himself shall be exalted.
12 Ἔλεγεν δὲ καὶ τῷ κεκληκότι αὐτόν· ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους μήποτε μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι.
And he said also to him that had invited him, When thou makest a dinner or a supper, call not thy friends, nor thy brethren, nor thy kinsfolk, nor rich neighbours, lest it may be they also should invite thee in return, and a recompense be made thee.
13 ἀλλ᾽ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς.
But when thou makest a feast, call poor, crippled, lame, blind:
14 καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι· ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων.
and thou shalt be blessed; for they have not [the means] to recompense thee; for it shall be recompensed thee in the resurrection of the just.
15 Ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῷ· μακάριος (ὅστις *N(k)O*) φάγεται (ἄρτον *NK(o)*) ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
And one of those that were lying at table with [them], hearing these things, said to him, Blessed [is] he who shall eat bread in the kingdom of God.
16 Ὁ δὲ εἶπεν αὐτῷ· ἄνθρωπός τις (ἐποίει *N(k)O*) δεῖπνον μέγα καὶ ἐκάλεσεν πολλούς·
And he said to him, A certain man made a great supper and invited many.
17 καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις· ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν (πάντα. *KO*)
And he sent his bondman at the hour of supper to say to those who were invited, Come, for already all things are ready.
18 καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. Ὁ πρῶτος εἶπεν αὐτῷ· ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην (ἐξελθὼν *N(k)O*) (καὶ *k*) ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
And all began, without exception, to excuse themselves. The first said to him, I have bought land, and I must go out and see it; I pray thee hold me for excused.
19 καὶ ἕτερος εἶπεν· ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον.
And another said, I have bought five yoke of oxen, and I go to prove them; I pray thee hold me for excused.
20 καὶ ἕτερος εἶπεν· γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν.
And another said, I have married a wife, and on this account I cannot come.
21 καὶ παραγενόμενος ὁ δοῦλος (ἐκεῖνος *k*) ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ· ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε.
And the bondman came up and brought back word of these things to his lord. Then the master of the house, in anger, said to his bondman, Go out quickly into the streets and lanes of the city, and bring here the poor and crippled and lame and blind.
22 καὶ εἶπεν ὁ δοῦλος· κύριε, γέγονεν (ὃ *N(k)O*) ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν.
And the bondman said, Sir, it is done as thou hast commanded, and there is still room.
23 καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον· ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν ἵνα γεμισθῇ μου ὁ οἶκος.
And the lord said to the bondman, Go out into the ways and fences and compel to come in, that my house may be filled;
24 λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου (πολλοί γὰρ εἰσιν κλητοί ὀλίγοι δέ ἐκλεκτοί. *O*)
for I say to you, that not one of those men who were invited shall taste of my supper.
25 Συνεπορεύοντο δὲ αὐτῷ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς·
And great crowds went with him; and, turning round, he said to them,
26 εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα (ἑαυτοῦ *NK(o)*) καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι (τε *N(k)O*) καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής.
If any man come to me, and shall not hate his own father and mother, and wife, and children, and brothers, and sisters, yea, and his own life too, he cannot be my disciple;
27 (καὶ *ko*) ὅστις οὐ βαστάζει τὸν σταυρὸν (ἑαυτοῦ *NK(o)*) καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής.
and whoever does not carry his cross and come after me cannot be my disciple.
28 Τίς γὰρ ἐξ ὑμῶν (ὁ *o*) θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει (τὰ *k*) (εἰς *N(k)O*) ἀπαρτισμόν;
For which of you, desirous of building a tower, does not first sit down and count the cost, if he have what [is needed] to complete it;
29 ἵνα μήποτε μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν
in order that, having laid the foundation of it, and not being able to finish it, all who see it do not begin to mock at him,
30 λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
saying, This man began to build and was not able to finish?
31 ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον (βουλεύσεται *N(k)O*) εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν (ὑπαντῆσαι *N(k)O*) τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν;
Or what king, going on his way to engage in war with another king, does not, sitting down first, take counsel whether he is able with ten thousand to meet him coming against him with twenty thousand?
32 εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην.
and if not, while he is yet far off, having sent an embassy, he asks for terms of peace.
33 Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής.
Thus then every one of you who forsakes not all that is his own cannot be my disciple.
34 Καλὸν (οὖν *NO*) τὸ ἅλας· ἐὰν δὲ (καὶ *no*) τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται;
Salt [then] [is] good, but if the salt also has become savourless, wherewith shall it be seasoned?
35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
It is proper neither for land nor for dung; it is cast out. He that hath ears to hear, let him hear.