< Κατα Λουκαν 11 >

1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον, ὡς ἐπαύσατο, εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν· κύριε, δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ.
And it came to pass as he was in a certain place praying, when he ceased, one of his disciples said to him, Lord, teach us to pray, even as John also taught his disciples.
2 εἶπεν δὲ αὐτοῖς· ὅταν προσεύχησθε, λέγετε· πάτερ (ἡμῶν ὁ ἐν τοῖς οὐρανοις, *K*) ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου (γενηθήτω *KO*) (τὸ θέλημά σου ὡς ἐν οὐρανῳ καὶ ἐπὶ τῆς γῆς· *K*)
And he said to them, When ye pray, say, Father, thy name be hallowed; thy kingdom come;
3 τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ᾽ ἡμέραν·
give us our needed bread for each day;
4 καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν· καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν (ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. *K*)
and remit us our sins, for we also remit to every one indebted to us; and lead us not into temptation.
5 Καὶ εἶπεν πρὸς αὐτούς· τίς ἐξ ὑμῶν ἕξει φίλον, καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ· φίλε, χρῆσόν μοι τρεῖς ἄρτους,
And he said to them, Who among you shall have a friend, and shall go to him at midnight and say to him, Friend, let me have three loaves,
6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με, καὶ οὐκ ἔχω ὃ παραθήσω αὐτῷ·
since a friend of mine on a journey is come to me, and I have nothing to set before him;
7 κἀκεῖνος κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ· μή μοι κόπους πάρεχε. ἤδη ἡ θύρα κέκλεισται, καὶ τὰ παιδία μου μετ᾽ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν· οὐ δύναμαι ἀναστὰς δοῦναί σοι.
and he within answering should say, Do not disturb me; the door is already shut, and my children are with me in bed; I cannot rise up to give [it] thee?
8 λέγω ὑμῖν· εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ, διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ (ὅσων *NK(o)*) χρῄζει.
— I say to you, Although he will not get up and give [them] to him because he is his friend, because of his shamelessness, at any rate, he will rise and give him as many as he wants.
9 κἀγὼ κἀγὼ ὑμῖν λέγω· αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν.
And I say to you, Ask, and it shall be given to you; seek, and ye shall find; knock, and it shall be opened to you.
10 πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει, καὶ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
For every one that asks receives; and he that seeks finds; and to him that knocks it will be opened.
11 Τίνα δὲ (ἐξ *no*) ὑμῶν τὸν πατέρα αἰτήσει ὁ υἱὸς (ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ *KO*) (εἰ *K(o)*) ἰχθύν, καὶ (μὴ *ko*) ἀντὶ ἰχθύος ὄφιν αὐτῷ ἐπιδώσει;
But of whom of you that is a father shall a son ask bread, and [the father] shall give him a stone? or also a fish, and instead of a fish shall give him a serpent?
12 ἢ καὶ (ἐὰν *K*) (αἰτήσει *NK(O)*) ᾠόν, (μὴ *ko*) ἐπιδώσει αὐτῷ σκορπίον;
or if also he shall ask an egg, shall give him a scorpion?
13 εἰ οὖν ὑμεῖς πονηροὶ ὑπάρχοντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὁ ἐξ οὐρανοῦ δώσει πνεῦμα ἅγιον τοῖς αἰτοῦσιν αὐτόν.
If therefore ye, being evil, know how to give good gifts to your children, how much rather shall the Father who is of heaven give [the] Holy Spirit to them that ask him?
14 Καὶ ἦν ἐκβάλλων δαιμόνιον καὶ αὐτὸ ἦν κωφόν. ἐγένετο δὲ τοῦ δαιμονίου ἐξελθόντος ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι.
And he was casting out a demon, and it was dumb; and it came to pass, the demon being gone out, the dumb [man] spoke. And the crowds wondered.
15 Τινὲς δὲ ἐξ αὐτῶν εἶπον· ἐν Βεελζεβοὺλ (τῷ *no*) ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.
But some from among them said, By Beelzebub the prince of the demons casts he out demons.
16 Ἕτεροι δὲ πειράζοντες σημεῖον ἐξ οὐρανοῦ ἐζήτουν παρ᾽ αὐτοῦ.
And others tempting [him] sought from him a sign out of heaven.
17 αὐτὸς δὲ εἰδὼς αὐτῶν τὰ διανοήματα εἶπεν αὐτοῖς· πᾶσα βασιλεία ἐφ᾽ ἑαυτὴν διαμερισθεῖσα ἐρημοῦται, καὶ οἶκος ἐπὶ οἶκον πίπτει.
But he, knowing their thoughts, said to them, Every kingdom divided against itself is brought to desolation: and a house set against a house falls;
18 εἰ δὲ καὶ ὁ σατανᾶς ἐφ᾽ ἑαυτὸν διεμερίσθη, πῶς σταθήσεται ἡ βασιλεία αὐτοῦ; ὅτι λέγετε ἐν Βεελζεβοὺλ ἐκβάλλειν με τὰ δαιμόνια.
and if also Satan is divided against himself, how shall his kingdom subsist? because ye say that I cast out demons by Beelzebub.
19 εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; διὰ τοῦτο αὐτοὶ ὑμῶν κριταὶ ἔσονται.
But if I by Beelzebub cast out demons, your sons — by whom do they cast [them] out? For this reason they shall be your judges.
20 εἰ δὲ ἐν δακτύλῳ θεοῦ (ἐγὼ *no*) ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
But if by the finger of God I cast out demons, then the kingdom of God is come upon you.
21 ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλήν, ἐν εἰρήνῃ ἐστὶν τὰ ὑπάρχοντα αὐτοῦ·
When the strong [man] armed keeps his own house, his goods are in peace;
22 ἐπὰν δὲ (ὁ *k*) ἰσχυρότερος αὐτοῦ ἐπελθὼν νικήσῃ αὐτόν, τὴν πανοπλίαν αὐτοῦ αἴρει ἐφ᾽ ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ διαδίδωσιν.
but when the stronger than he coming upon [him] overcomes him, he takes away his panoply in which he trusted, and he will divide the spoil [he has taken] from him.
23 ὁ μὴ ὢν μετ᾽ ἐμοῦ κατ᾽ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετ᾽ ἐμοῦ σκορπίζει.
He that is not with me is against me, and he that gathers not with me scatters.
24 Ὅταν τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾽ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν. καὶ μὴ εὑρίσκον (τότε *NO*) λέγει· ὑποστρέψω εἰς τὸν οἶκόν μου ὅθεν ἐξῆλθον.
When the unclean spirit has gone out of the man, he goes through dry places seeking rest; and not finding [any] he says, I will return to my house whence I came out.
25 καὶ ἐλθὸν εὑρίσκει (σχολάζοντα *O*) σεσαρωμένον καὶ κεκοσμημένον.
And having come, he finds it swept and adorned.
26 τότε πορεύεται καὶ παραλαμβάνει ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ ἑπτά, καὶ (εἰσελθόντα *NK(o)*) κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων.
Then he goes and takes seven other spirits worse than himself, and entering in, they dwell there; and the last condition of that man becomes worse than the first.
27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα, ἐπάρασά τις φωνὴν γυνὴ ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς ἐθήλασας.
And it came to pass as he spake these things, a certain woman, lifting up her voice out of the crowd, said to him, Blessed is the womb that has borne thee, and the paps which thou hast sucked.
28 αὐτὸς δὲ εἶπεν· μενοῦν μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ θεοῦ καὶ φυλάσσοντες (αὐτόν. *k*)
But he said, Yea rather, blessed are they who hear the word of God and keep [it].
29 Τῶν δὲ ὄχλων ἐπαθροιζομένων ἤρξατο λέγειν· ἡ γενεὰ αὕτη (γενεὰ *no*) πονηρά ἐστιν. σημεῖον (ζητεῖ, *N(k)O*) καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ (τοῦ προφήτου. *K*)
But as the crowds thronged together, he began to say, This generation is a wicked generation: it seeks a sign, and a sign shall not be given to it but the sign of Jonas.
30 καθὼς γὰρ ἐγένετο (ὁ *o*) Ἰωνᾶς τοῖς Νινευίταις σημεῖον, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ.
For as Jonas was a sign to the Ninevites, thus shall also the Son of man be to this generation.
31 βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε.
A queen of the south shall rise up in the judgment with the men of this generation, and shall condemn them: for she came from the ends of the earth to hear the wisdom of Solomon; and behold, more than Solomon is here.
32 Ἄνδρες (Νινευῖται *N(k)O*) ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε.
Men of Nineveh shall stand up in the judgment with this generation, and shall condemn it: for they repented at the preaching of Jonas; and behold, more than Jonas is here.
33 Οὐδεὶς (δὲ *k*) λύχνον ἅψας εἰς (κρύπτην *N(K)O*) τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον ἀλλ᾽ ἐπὶ τὴν λυχνίαν ἵνα οἱ εἰσπορευόμενοι τὸ (φῶς *N(k)O*) βλέπωσιν.
But no one having lit a lamp sets it in secret, nor under the corn-measure, but on the lamp-stand, that they who enter in may see the light.
34 Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός (σου. *no*) ὅταν (οὖν *K*) ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν· ἐπὰν δὲ πονηρὸς ᾖ, καὶ τὸ σῶμά σου σκοτεινόν.
The lamp of the body is thine eye: when thine eye is simple, thy whole body also is light; but when it is wicked, thy body also is dark.
35 σκόπει οὖν μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν.
See therefore that the light which is in thee be not darkness.
36 εἰ οὖν τὸ σῶμά σου ὅλον φωτεινὸν μὴ ἔχον μέρος τι σκοτεινόν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν ὁ λύχνος τῇ ἀστραπῇ φωτίζῃ σε.
If therefore thy whole body [is] light, not having any part dark, it shall be all light as when the lamp lights thee with its brightness.
37 Ἐν δὲ τῷ λαλῆσαι (ἐρωτᾷ *N(k)O*) αὐτὸν Φαρισαῖος (τις *k*) ὅπως ἀριστήσῃ παρ᾽ αὐτῷ. εἰσελθὼν δὲ ἀνέπεσεν.
But as he spoke, a certain Pharisee asked him that he would dine with him; and entering in he placed himself at table.
38 ὁ δὲ Φαρισαῖος ἰδὼν ἐθαύμασεν ὅτι οὐ πρῶτον ἐβαπτίσθη πρὸ τοῦ ἀρίστου.
But the Pharisee seeing [it] wondered that he had not first washed before dinner.
39 Εἶπεν δὲ ὁ κύριος πρὸς αὐτόν· νῦν ὑμεῖς οἱ Φαρισαῖοι τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἁρπαγῆς καὶ πονηρίας.
But the Lord said to him, Now do ye Pharisees cleanse the outside of the cup and of the dish, but your inward [parts] are full of plunder and wickedness.
40 ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν καὶ τὸ ἔσωθεν ἐποίησεν;
Fools, has not he who has made the outside made the inside also?
41 πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.
But rather give alms of what ye have, and behold, all things are clean to you.
42 Ἀλλ᾽ οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον καὶ πᾶν λάχανον καὶ παρέρχεσθε τὴν κρίσιν καὶ τὴν ἀγάπην τοῦ θεοῦ· ταῦτα (δὲ *NO*) ἔδει ποιῆσαι, κἀκεῖνα κἀκεῖνα μὴ (παρεῖναι. *N(k)O*)
But woe unto you, Pharisees, for ye pay tithes of mint and rue and every herb, and pass by the judgment and the love of God: these ye ought to have done, and not have left those aside.
43 Οὐαὶ ὑμῖν τοῖς Φαρισαίοις, ὅτι ἀγαπᾶτε τὴν πρωτοκαθεδρίαν ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς.
Woe unto you, Pharisees, for ye love the first seat in the synagogues and salutations in the market-places.
44 Οὐαὶ ὑμῖν (γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, *K*) ὅτι ἐστὲ ὡς τὰ μνημεῖα τὰ ἄδηλα, καὶ οἱ ἄνθρωποι οἱ περιπατοῦντες ἐπάνω οὐκ οἴδασιν.
Woe unto you, for ye are as the sepulchres which appear not, and the men walking over them do not know [it].
45 Ἀποκριθεὶς δέ τις τῶν νομικῶν λέγει αὐτῷ· διδάσκαλε, ταῦτα λέγων καὶ ἡμᾶς ὑβρίζεις.
And one of the doctors of the law answering says to him, Teacher, in saying these things thou insultest us also.
46 Ὁ δὲ εἶπεν· καὶ ὑμῖν τοῖς νομικοῖς οὐαί, ὅτι φορτίζετε τοὺς ἀνθρώπους φορτία δυσβάστακτα καὶ αὐτοὶ ἑνὶ τῶν δακτύλων ὑμῶν οὐ προσψαύετε τοῖς φορτίοις.
And he said, To you also woe, doctors of the law, for ye lay upon men burdens heavy to bear, and yourselves do not touch the burdens with one of your fingers.
47 Οὐαὶ ὑμῖν, ὅτι οἰκοδομεῖτε τὰ μνημεῖα τῶν προφητῶν, οἱ δὲ πατέρες ὑμῶν ἀπέκτειναν αὐτούς.
Woe unto you, for ye build the sepulchres of the prophets, but your fathers killed them.
48 ἄρα (μάρτυρές *N(k)O*) (ἐστε *no*) καὶ συνευδοκεῖτε τοῖς ἔργοις τῶν πατέρων ὑμῶν· ὅτι αὐτοὶ μὲν ἀπέκτειναν αὐτούς, ὑμεῖς δὲ οἰκοδομεῖτε (αὐτῶν *K*) (τὰ *k*) (μνημεῖα. *K*)
Ye bear witness then, and consent to the works of your fathers; for they killed them, and ye build [their sepulchres].
49 διὰ τοῦτο καὶ ἡ σοφία τοῦ θεοῦ εἶπεν· ἀποστελῶ εἰς αὐτοὺς προφήτας καὶ ἀποστόλους. καὶ ἐξ αὐτῶν ἀποκτενοῦσιν καὶ (διώξουσιν *N(k)O*)
For this reason also the wisdom of God has said, I will send to them prophets and apostles, and of these shall they kill and drive out by persecution,
50 ἵνα ἐκζητηθῇ τὸ αἷμα πάντων τῶν προφητῶν τὸ (ἐκκεχυμένον *N(k)O*) ἀπὸ καταβολῆς κόσμου ἀπὸ τῆς γενεᾶς ταύτης,
that the blood of all the prophets which has been poured out from the foundation of the world may be required of this generation,
51 ἀπὸ (τοῦ *k*) αἵματος Ἅβελ ἕως (τοῦ *k*) αἵματος Ζαχαρίου τοῦ ἀπολομένου μεταξὺ τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου. ναὶ λέγω ὑμῖν, ἐκζητηθήσεται ἀπὸ τῆς γενεᾶς ταύτης.
from the blood of Abel to the blood of Zacharias, who perished between the altar and the house; yea, I say to you, it shall be required of this generation.
52 Οὐαὶ ὑμῖν τοῖς νομικοῖς, ὅτι ἤρατε τὴν κλεῖδα τῆς γνώσεως. αὐτοὶ οὐκ εἰσήλθατε καὶ τοὺς εἰσερχομένους ἐκωλύσατε.
Woe unto you, the doctors of the law, for ye have taken away the key of knowledge; yourselves have not entered in, and those who were entering in ye have hindered.
53 (Κἀκεῖθεν Κἀκεῖθεν *no*) (ἐξελθόντος *N(k)O*) (δὲ *k*) αὐτοῦ (ταῦτα πρὸς αὐτούς *k*) ἤρξαντο οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι δεινῶς ἐνέχειν καὶ ἀποστοματίζειν αὐτὸν περὶ πλειόνων
And as he said these things to them, the scribes and the Pharisees began to press him urgently, and to make him speak of many things;
54 ἐνεδρεύοντες αὐτὸν (καὶ *K*) (ζητοῦντες *KO*) θηρεῦσαί τι ἐκ τοῦ στόματος αὐτοῦ (ἵνα κατηγορήσωσιν αὐτοῦ. *KO*)
watching him, [and seeking] to catch something out of his mouth, [that they might accuse him].

< Κατα Λουκαν 11 >