< Κατα Λουκαν 10 >
1 Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ κύριος (καὶ *ko*) ἑτέρους ἑβδομήκοντα (δύο *NO*) καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι.
After this, the Lord appointed seventy others and sent them on ahead, two by two, to every town and place where he himself was about to go.
2 ἔλεγεν (δὲ *N(K)O*) πρὸς αὐτούς· ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐργάτας (ἐκβάλῃ *N(k)O*) εἰς τὸν θερισμὸν αὐτοῦ.
He said to them, “The harvest is plentiful, but the workers are few. Therefore ask the Lord of the harvest to send out workers into his harvest.
3 ὑπάγετε· ἰδοὺ (ἐγὼ *k*) ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων.
Now go on your way. Behold, I am sending you out like lambs in the midst of wolves.
4 μὴ βαστάζετε βαλλάντιον μὴ πήραν (μὴ *N(k)O*) ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.
Carry no moneybag, no knapsack, and no sandals; and do not greet anyone on the road.
5 εἰς ἣν δ᾽ ἂν (εἰσέλθητε *N(k)O*) οἰκίαν, πρῶτον λέγετε· εἰρήνη τῷ οἴκῳ τούτῳ.
Whenever you enter a house, first say, ‘May peace be upon this house!’
6 καὶ ἐὰν (μέν *k*) ἐκεῖ ᾖ υἱὸς εἰρήνης, (ἐπαναπαήσεται *N(k)O*) ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει.
If there is a man of peace there, your peace will rest upon him. But if not, it will return to you.
7 ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ (ἐστίν. *k*) μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν.
Remain in the same house, eating and drinking whatever they provide, for the worker is worthy of his wages. Do not go from house to house.
8 καὶ εἰς ἣν (δ᾽ *k*) ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν
Whenever you enter a town and they receive you, eat what is set before you.
9 καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς καὶ λέγετε αὐτοῖς· ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ.
Heal the sick in that city and say to them, ‘The kingdom of God has drawn near to you.’
10 εἰς ἣν δ᾽ ἂν πόλιν (εἰσέλθητε, *N(k)O*) καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε·
But whenever you enter a town and they do not receive you, go out into its streets and say,
11 καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν (εἰς τοὺς πόδας *NO*) ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν (ἐφ᾽ ὑμᾶς *K*) ἡ βασιλεία τοῦ θεοῦ.
‘Even the dust that clings to us from your town we wipe off against you. Yet know this: The kingdom of God has drawn near to you.’
12 λέγω (δὲ *k*) ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται ἢ τῇ πόλει ἐκείνῃ.
I tell you, on that day it will be more tolerable for Sodom than for that town.
13 Οὐαί σοι Χοραζίν, οὐαί σοι Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι (ἐγενήθησαν *N(k)O*) αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ (καθήμενοι *N(k)O*) μετενόησαν.
“Woe to yoʋ, Chorazin! Woe to yoʋ, Bethsaida! For if the miracles that were done in you had been done in Tyre and Sidon, they would have repented long ago, sitting in sackcloth and ashes.
14 πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν.
But it will be more tolerable at the judgment for Tyre and Sidon than for you.
15 καὶ σὺ Καφαρναοὺμ (μὴ *N(k)O*) ἕως (τοῦ *k*) οὐρανοῦ (ὑψωθήσῃ; *N(k)O*) ἕως (τοῦ *no*) ᾅδου (καταβήσῃ. *N(k)O*) (Hadēs )
And yoʋ, Capernaum, who have been exalted to heaven, will be brought down to Hades. (Hadēs )
16 Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
“He who listens to you listens to me; he who rejects you rejects me, and he who rejects me rejects him who sent me.”
17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα (δύο *NO*) μετὰ χαρᾶς λέγοντες· κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.
When the seventy returned, they were joyful and said, “Lord, even the demons submit to us in yoʋr name.”
18 εἶπεν δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα.
He said to them, “I watched Satan fall from heaven like lightning.
19 ἰδοὺ (δέδωκα *N(k)O*) ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ (ἀδικήσῃ. *NK(o)*)
Behold, I am giving you authority to tread on serpents and scorpions, and to overcome all the power of the enemy, and nothing at all will harm you.
20 πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ (μᾶλλον *K*) ὅτι τὰ ὀνόματα ὑμῶν (ἐγγέγραπται *N(k)O*) ἐν τοῖς οὐρανοῖς.
Nevertheless, do not rejoice that the spirits submit to you, but rejoice that your names are written in heaven.”
21 Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο (ἐν *n*) τῷ πνεύματι (τῷ *N(k)O*) (ἁγίῳ *N(K)O*) καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. ναὶ ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
At that same hour Jesus rejoiced in the Spirit and said, “I praise yoʋ, Father, Lord of heaven and earth, because yoʋ have hidden these things from the wise and intelligent, and revealed them to infants. Yes, Father, for so it was well-pleasing in yoʋr sight.”
22 (καὶ στραφείς πρός τούς μαθητάς εἶπεν *K*) πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱὸς εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατὴρ εἰ μὴ ὁ υἱὸς καὶ ᾧ (ἐὰν *NK(o)*) βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Then he turned to the disciples and said, “All things have been delivered to me by my Father. No one knows who the Son is except the Father, and no one knows who the Father is except the Son, and anyone to whom the Son chooses to reveal him.”
23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπεν· μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε·
Then he turned to the disciples and said privately, “Blessed are the eyes that see what you see!
24 λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε καὶ οὐκ ἤκουσαν.
For I tell you that many prophets and kings wished to see the things you see but did not see them, and to hear the things you hear but did not hear them.”
25 Καὶ ἰδοὺ νομικός τις ἀνέστη ἐκπειράζων αὐτὸν (καὶ *ko*) λέγων· διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; (aiōnios )
And behold, a lawyer stood up to test Jesus, saying, “Teacher, what must I do to inherit eternal life?” (aiōnios )
26 ὁ δὲ εἶπεν πρὸς αὐτόν· ἐν τῷ νόμῳ τί γέγραπται; πῶς ἀναγινώσκεις;
Jesus said to him, “What is written in the law? How do yoʋ read it?”
27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ (ἐν ὅλῃ τῇ ψυχῇ *N(k)O*) σου καὶ (ἐν ὅλῃ τῇ ἰσχύϊ *N(k)O*) σου καὶ (ἐν ὅλῃ τῇ διανοίᾳ *N(k)O*) σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν.
He answered, “Yoʋ shall love the Lord yoʋr God with all yoʋr heart, with all yoʋr soul, with all yoʋr strength, and with all yoʋr mind; and yoʋ shall love yoʋr neighbor as yoʋrself.”
28 Εἶπεν δὲ αὐτῷ· ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει καὶ ζήσῃ.
Jesus said to him, “Yoʋ have answered correctly; do this and yoʋ will live.”
29 Ὁ δὲ θέλων (δικαιῶσαι *N(k)O*) ἑαυτὸν εἶπεν πρὸς τὸν Ἰησοῦν· καὶ τίς ἐστίν μου πλησίον;
But wishing to justify himself, he said to Jesus, “And who is my neighbor?”
30 ὑπολαβὼν (δὲ *ko*) ὁ Ἰησοῦς εἶπεν· ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ καὶ λῃσταῖς περιέπεσεν οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον ἀφέντες ἡμιθανῆ (τυγχάνοντα. *k*)
Jesus replied, “A man was going down to Jericho from Jerusalem and fell into the hands of robbers. They stripped him, beat him, and went away, leaving him as he was, half dead.
31 κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν.
Now a priest happened to be going down that road, but when he saw the man, he passed by on the other side.
32 ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν.
In the same way, a Levite, when he came to that place and saw him, passed by on the other side.
33 Σαμαρίτης δέ τις ὁδεύων ἦλθεν κατ᾽ αὐτόν, καὶ ἰδὼν (αὐτὸν *ko*) ἐσπλαγχνίσθη,
But a Samaritan, who was on a journey, came to where the man was, and when he saw him, he was moved with compassion.
34 καὶ προσελθὼν κατέδησεν τὰ τραύματα αὐτοῦ ἐπιχέων ἔλαιον καὶ οἶνον. ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ.
He went over to him and bandaged his wounds, pouring oil and wine on them. Then he put him on his own animal, brought him to an inn, and took care of him.
35 καὶ ἐπὶ τὴν αὔριον (ἐξελθών *K*) ἐκβαλὼν ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ καὶ εἶπεν (αὐτῷ· *k*) ἐπιμελήθητι αὐτοῦ, καὶ (ὅ τι *NK(o)*) ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.
On the next day, when he was departing, he took out two denarii, gave them to the innkeeper, and said to him, ‘Take care of him, and whatever more yoʋ spend I will repay to yoʋ when I return.’
36 τίς (οὖν *KO*) τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;
Now which of these three do yoʋ think was a neighbor to the man who fell into the hands of robbers?”
37 ὁ δὲ εἶπεν· ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. εἶπεν (δὲ *N(k)O*) αὐτῷ ὁ Ἰησοῦς· πορεύου, καὶ σὺ ποίει ὁμοίως.
The lawyer said, “The one who showed him mercy.” Jesus said to him, “Go and do likewise.”
38 (Ἐγένετο *K*) ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς (καὶ *ko*) αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτόν (εἰς *ko*) (τὸν οἶκον *k(o)*) (αὐτῆς *KO*)
As Jesus and his disciples went along, he entered a village, and a woman named Martha welcomed him into her home.
39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ. ἣ καὶ (παρακαθεσθεῖσα πρὸς *N(k)O*) τοὺς πόδας τοῦ (κυρίου *N(K)O*) ἤκουεν τὸν λόγον αὐτοῦ.
She had a sister named Mary, who sat at Jesus' feet and listened to what he was saying.
40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. ἐπιστᾶσα δὲ εἶπεν· κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με (κατέλιπεν *NK(o)*) διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται.
But Martha was distracted by the many preparations that had to be made. So she came up to Jesus and said, “Lord, do yoʋ not care that my sister has left me to make all the preparations by myself? Tell her then to assist me.”
41 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ (κύριος· *N(K)O*) Μάρθα Μάρθα, μεριμνᾷς καὶ (θορυβάζῃ *N(k)O*) περὶ πολλά,
But Jesus answered her, “Martha, Martha, yoʋ are anxious and troubled about many things,
42 (ὀλίγων ἢ *O*) ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ (γὰρ *N(k)O*) τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται (ἀπ᾽ *ko*) αὐτῆς.
but only one thing is necessary. Mary has chosen the good portion, and it will not be taken away from her.”