< Κατα Ιωαννην 9 >
1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετησ
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντεσ ραββι τισ ημαρτεν ουτοσ η οι γονεισ αυτου ινα τυφλοσ γεννηθη
3 Ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ.
απεκριθη ιησουσ ουτε ουτοσ ημαρτεν ουτε οι γονεισ αυτου αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω
4 (ἡμᾶς *N(K)O*) δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νύξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
εμε δει εργαζεσθαι τα εργα του πεμψαντοσ με εωσ ημερα εστιν ερχεται νυξ οτε ουδεισ δυναται εργαζεσθαι
5 ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.
οταν εν τω κοσμω ω φωσ ειμι του κοσμου
6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ (ἐπέχρισεν *NK(O)*) (αὐτοῦ *no*) τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς (τοῦ τυφλοῦ *k*)
ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματοσ και επεχρισεν τον πηλον επι τουσ οφθαλμουσ του τυφλου
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων.
και ειπεν αυτω υπαγε νιψαι εισ την κολυμβηθραν του σιλωαμ ο ερμηνευεται απεσταλμενοσ απηλθεν ουν και ενιψατο και ηλθεν βλεπων
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι (προσαίτης *N(K)O*) ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
οι ουν γειτονεσ και οι θεωρουντεσ αυτον το προτερον οτι τυφλοσ ην ελεγον ουχ ουτοσ εστιν ο καθημενοσ και προσαιτων
9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν, ἄλλοι ἔλεγον· (οὐχί, *no*) (ἀλλ᾽ *N(k)O*) (ὅτι *k*) ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
αλλοι ελεγον οτι ουτοσ εστιν αλλοι δε οτι ομοιοσ αυτω εστιν εκεινοσ ελεγεν οτι εγω ειμι
10 ἔλεγον οὖν αὐτῷ· πῶς (οὖν *NO*) ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;
ελεγον ουν αυτω πωσ ανεωχθησαν σου οι οφθαλμοι
11 ἀπεκρίθη ἐκεῖνος (καὶ εἶπεν· *k*) (ὁ *no*) ἄνθρωπος (ὁ *no*) λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι (ὅτι *no*) ὕπαγε εἰς (τοῦ κολυμβήθραν *k*) (τὸν *N(k)O*) Σιλωὰμ καὶ νίψαι. ἀπελθὼν (οὖν *N(K)O*) καὶ νιψάμενος ἀνέβλεψα.
απεκριθη εκεινοσ και ειπεν ανθρωποσ λεγομενοσ ιησουσ πηλον εποιησεν και επεχρισεν μου τουσ οφθαλμουσ και ειπεν μοι υπαγε εισ την κολυμβηθραν του σιλωαμ και νιψαι απελθων δε και νιψαμενοσ ανεβλεψα
12 (καὶ *N(k)O*) εἶπαν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
ειπον ουν αυτω που εστιν εκεινοσ λεγει ουκ οιδα
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν·
αγουσιν αυτον προσ τουσ φαρισαιουσ τον ποτε τυφλον
14 ἦν δὲ σάββατον (ἐν ᾗ ἡμέρᾳ *NO*) (ὅτε *k*) τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
ην δε σαββατον οτε τον πηλον εποιησεν ο ιησουσ και ανεωξεν αυτου τουσ οφθαλμουσ
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην καὶ βλέπω.
παλιν ουν ηρωτων αυτον και οι φαρισαιοι πωσ ανεβλεψεν ο δε ειπεν αυτοισ πηλον επεθηκεν μου επι τουσ οφθαλμουσ και ενιψαμην και βλεπω
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὐκ ἔστιν οὗτος παρὰ (τοῦ *k*) θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι (δὲ *no*) ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
ελεγον ουν εκ των φαρισαιων τινεσ ουτοσ ο ανθρωποσ ουκ εστιν παρα του θεου οτι το σαββατον ου τηρει αλλοι ελεγον πωσ δυναται ανθρωποσ αμαρτωλοσ τοιαυτα σημεια ποιειν και σχισμα ην εν αυτοισ
17 λέγουσιν (οὖν *NO*) τῷ τυφλῷ πάλιν· τί σὺ λέγεις περὶ αὐτοῦ ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
λεγουσιν τω τυφλω παλιν συ τι λεγεισ περι αυτου οτι ηνοιξεν σου τουσ οφθαλμουσ ο δε ειπεν οτι προφητησ εστιν
18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος,
ουκ επιστευσαν ουν οι ιουδαιοι περι αυτου οτι τυφλοσ ην και ανεβλεψεν εωσ οτου εφωνησαν τουσ γονεισ αυτου του αναβλεψαντοσ
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;
και ηρωτησαν αυτουσ λεγοντεσ ουτοσ εστιν ο υιοσ υμων ον υμεισ λεγετε οτι τυφλοσ εγεννηθη πωσ ουν αρτι βλεπει
20 ἀπεκρίθησαν (οὖν *N(k)*) (αὐτοῖς *k*) οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
απεκριθησαν δε αυτοισ οι γονεισ αυτου και ειπον οιδαμεν οτι ουτοσ εστιν ο υιοσ ημων και οτι τυφλοσ εγεννηθη
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, (αὐτὸς *k*) ἡλικίαν ἔχει· αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.
πωσ δε νυν βλεπει ουκ οιδαμεν η τισ ηνοιξεν αυτου τουσ οφθαλμουσ ημεισ ουκ οιδαμεν αυτοσ ηλικιαν εχει αυτον ερωτησατε αυτοσ περι εαυτου λαλησει
22 Ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
ταυτα ειπον οι γονεισ αυτου οτι εφοβουντο τουσ ιουδαιουσ ηδη γαρ συνετεθειντο οι ιουδαιοι ινα εαν τισ αυτον ομολογηση χριστον αποσυναγωγοσ γενηται
23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν (ἐπερωτήσατε. *N(k)O*)
δια τουτο οι γονεισ αυτου ειπον οτι ηλικιαν εχει αυτον ερωτησατε
24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου, ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· δὸς δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.
εφωνησαν ουν εκ δευτερου τον ανθρωπον οσ ην τυφλοσ και ειπον αυτω δοσ δοξαν τω θεω ημεισ οιδαμεν οτι ο ανθρωποσ ουτοσ αμαρτωλοσ εστιν
25 Ἀπεκρίθη οὖν ἐκεῖνος (καὶ εἶπεν· *k*) εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
απεκριθη ουν εκεινοσ και ειπεν ει αμαρτωλοσ εστιν ουκ οιδα εν οιδα οτι τυφλοσ ων αρτι βλεπω
26 εἶπον (οὖν *N(k)O*) αὐτῷ (πάλιν· *k*) τί ἐποίησέν σοι; πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;
ειπον δε αυτω παλιν τι εποιησεν σοι πωσ ηνοιξεν σου τουσ οφθαλμουσ
27 Ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
απεκριθη αυτοισ ειπον υμιν ηδη και ουκ ηκουσατε τι παλιν θελετε ακουειν μη και υμεισ θελετε αυτου μαθηται γενεσθαι
28 (καὶ *n(o)*) (οἱ δὲ *o*) ἐλοιδόρησαν (οὖν *K*) αὐτὸν καὶ εἶπον· σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
ελοιδορησαν αυτον και ειπον συ ει μαθητησ εκεινου ημεισ δε του μωσεωσ εσμεν μαθηται
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.
ημεισ οιδαμεν οτι μωση λελαληκεν ο θεοσ τουτον δε ουκ οιδαμεν ποθεν εστιν
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν τούτῳ γὰρ (τὸ *no*) θαυμαστόν ἐστιν ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ (ἤνοιξέν *N(k)O*) μου τοὺς ὀφθαλμούς.
απεκριθη ο ανθρωποσ και ειπεν αυτοισ εν γαρ τουτω θαυμαστον εστιν οτι υμεισ ουκ οιδατε ποθεν εστιν και ανεωξεν μου τουσ οφθαλμουσ
31 οἴδαμεν (δὲ *k*) ὅτι ἁμαρτωλῶν ὁ θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
οιδαμεν δε οτι αμαρτωλων ο θεοσ ουκ ακουει αλλ εαν τισ θεοσεβησ η και το θελημα αυτου ποιη τουτου ακουει
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. (aiōn )
εκ του αιωνοσ ουκ ηκουσθη οτι ηνοιξεν τισ οφθαλμουσ τυφλου γεγεννημενου (aiōn )
33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
ει μη ην ουτοσ παρα θεου ουκ ηδυνατο ποιειν ουδεν
34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
απεκριθησαν και ειπον αυτω εν αμαρτιαισ συ εγεννηθησ ολοσ και συ διδασκεισ ημασ και εξεβαλον αυτον εξω
35 ἤκουσεν (ὁ *ko*) Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν (αὐτῷ· *ko*) σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ (ἀνθρώπου; *N(K)O*)
ηκουσεν ο ιησουσ οτι εξεβαλον αυτον εξω και ευρων αυτον ειπεν αυτω συ πιστευεισ εισ τον υιον του θεου
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· (καὶ *no*) τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;
απεκριθη εκεινοσ και ειπεν και τισ εστιν κυριε ινα πιστευσω εισ αυτον
37 εἶπεν (δὲ *k*) αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.
ειπεν δε αυτω ο ιησουσ και εωρακασ αυτον και ο λαλων μετα σου εκεινοσ εστιν
38 ὁ δὲ ἔφη· πιστεύω, κύριε, καὶ προσεκύνησεν αὐτῷ.
ο δε εφη πιστευω κυριε και προσεκυνησεν αυτω
39 καὶ εἶπεν ὁ Ἰησοῦς· εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται.
και ειπεν ο ιησουσ εισ κριμα εγω εισ τον κοσμον τουτον ηλθον ινα οι μη βλεποντεσ βλεπωσιν και οι βλεποντεσ τυφλοι γενωνται
40 (Καὶ *k*) ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ᾽ αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;
και ηκουσαν εκ των φαρισαιων ταυτα οι οντεσ μετ αυτου και ειπον αυτω μη και ημεισ τυφλοι εσμεν
41 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν. νῦν δὲ λέγετε ὅτι βλέπομεν, ἡ (οὖν *K*) ἁμαρτία ὑμῶν μένει.
ειπεν αυτοισ ο ιησουσ ει τυφλοι ητε ουκ αν ειχετε αμαρτιαν νυν δε λεγετε οτι βλεπομεν η ουν αμαρτια υμων μενει