< Κατα Ιωαννην 5 >

1 Μετὰ ταῦτα ἦν (ἡ *o*) ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη (ὁ *k*) Ἰησοῦς εἰς Ἱεροσόλυμα.
After these things there was a celebration of the Jews, and Jesus went up to Jerusalem,
2 ἔστιν δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ (Βηθζαθά, *N(k)O*) πέντε στοὰς ἔχουσα.
and there is in Jerusalem by the sheep-[gate] a pool that is called in Hebrew Bethesda, having five porches,
3 ἐν ταύταις κατέκειτο πλῆθος (πολὺ *K*) τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν (ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν. *K*)
in these were lying a great multitude of the ailing, blind, lame, withered, [[waiting for the moving of the water,
4 (ἄγγελος *KO*) (γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ, καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατειχετο νοσήματι. *K*)
for a messenger at a set time was going down in the pool, and was troubling the water, the first then having gone in after the troubling of the water, became whole of whatever sickness he was held.]]
5 Ἦν δέ τις ἄνθρωπος ἐκεῖ τριάκοντα (καὶ *no*) ὀκτὼ ἔτη ἔχων ἐν τῇ ἀσθενείᾳ (αὐτοῦ. *no*)
And there was a certain man there being in ailment thirty-eight years,
6 τοῦτον ἰδὼν ὁ Ἰησοῦς κατακείμενον, καὶ γνοὺς ὅτι πολὺν ἤδη χρόνον ἔχει, λέγει αὐτῷ· θέλεις ὑγιὴς γενέσθαι;
him Jesus having seen lying, and having known that he is already a long time, He says to him, “Do you wish to become whole?”
7 ἀπεκρίθη αὐτῷ ὁ ἀσθενῶν· κύριε, ἄνθρωπον οὐκ ἔχω ἵνα ὅταν ταραχθῇ τὸ ὕδωρ (βάλῃ *N(k)O*) με εἰς τὴν κολυμβήθραν· ἐν ᾧ δὲ ἔρχομαι ἐγώ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει.
The ailing man answered Him, “Lord, I have no man, that, when the water may be troubled, he may put me into the pool, and while I am coming, another goes down before me.”
8 λέγει αὐτῷ ὁ Ἰησοῦς· (ἔγειρε, *N(k)O*) ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
Jesus says to him, “Rise, take up your pallet, and be walking”;
9 καὶ εὐθέως ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος καὶ ἦρεν τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει· ἦν δὲ σάββατον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
and immediately the man became whole, and he took up his pallet, and was walking, and it was a Sabbath on that day,
10 ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ· σάββατόν ἐστιν, (καὶ *no*) οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν (σου. *NK*)
the Jews then said to him that has been healed, “It is a Sabbath; it is not lawful to you to take up the pallet.”
11 (Ὁ *n(o)*) (δὲ *no*) ἀπεκρίθη αὐτοῖς· ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει.
He answered them, “He who made me whole—that One said to me, Take up your pallet, and be walking”;
12 ἠρώτησαν (οὖν *KO*) αὐτόν· τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι· ἆρον (τὸν *ko*) (κράββατον σου *KO*) καὶ περιπάτει;
they questioned him, then, “Who is the Man who is saying to you, Take up your bed and be walking?”
13 ὁ δὲ ἰαθεὶς οὐκ ᾔδει τίς ἐστιν· ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ.
But he that was healed had not known who He is, for Jesus moved away, a multitude being in the place.
14 μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ· ἴδε ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται.
After these things, Jesus finds him in the temple and said to him, “Behold, you have become whole; sin no more, lest something worse may happen to you.”
15 ἀπῆλθεν ὁ ἄνθρωπος καὶ (ἀνήγγειλεν *NK(o)*) τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ.
The man went away, and told the Jews that it is Jesus who made him whole,
16 καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν (καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι, *K*) ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ.
and because of this were the Jews persecuting Jesus, and seeking to kill Him, because these things He was doing on a Sabbath.
17 Ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς· ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ κἀγὼ ἐργάζομαι.
And Jesus answered them, “My Father works until now, and I work”;
18 διὰ τοῦτο οὖν μᾶλλον ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι, ὅτι οὐ μόνον ἔλυεν τὸ σάββατον, ἀλλὰ καὶ πατέρα ἴδιον ἔλεγεν τὸν θεὸν ἴσον ἑαυτὸν ποιῶν τῷ θεῷ.
because of this, then, were the Jews seeking the more to kill Him, because not only was He breaking the Sabbath, but He also called God His own Father, making Himself equal to God.
19 ἀπεκρίνατο οὖν ὁ Ἰησοῦς καὶ (ἔλεγεν *N(k)O*) αὐτοῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν· οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ᾽ ἑαυτοῦ οὐδέν, (ἐὰν *NK(o)*) μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα. ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.
Jesus therefore responded and said to them, “Truly, truly, I say to you, the Son is not able to do anything of Himself, if He may not see the Father doing anything; for whatever things He may do, these also the Son does in like manner;
20 ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ, καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα ἵνα ὑμεῖς θαυμάζητε.
for the Father cherishes the Son, and shows to Him all things that He Himself does; and greater works than these He will show Him, that you may wonder.
21 ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
For as the Father raises the dead, and makes alive, so also the Son makes alive whom He wills;
22 οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ,
for neither does the Father judge anyone, but all the judgment He has given to the Son,
23 ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα. ὁ μὴ τιμῶν τὸν υἱὸν οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν.
that all may honor the Son according as they honor the Father; he who is not honoring the Son, does not honor the Father who sent Him.
24 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. (aiōnios g166)
Truly, truly, I say to you, he who is hearing My word, and is believing Him who sent Me, has continuous life, and he does not come into judgment, but has passed out of death into life. (aiōnios g166)
25 Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν ὅτε οἱ νεκροὶ (ἀκούσουσιν *N(k)O*) τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οἱ ἀκούσαντες (ζήσουσιν. *N(k)O*)
Truly, truly, I say to you, [that] there comes an hour, and it now is, when the dead will hear the voice of the Son of God, and those having heard will live;
26 Ὥσπερ γὰρ ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ,
for as the Father has life in Himself, so He gave also to the Son to have life in Himself,
27 καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ (καὶ *k*) κρίσιν ποιεῖν, ὅτι υἱὸς ἀνθρώπου ἐστίν.
and authority He gave Him also to do judgment, because He is Son of Man.
28 Μὴ θαυμάζετε τοῦτο, ὅτι ἔρχεται ὥρα ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις (ἀκούσουσιν *N(k)O*) τῆς φωνῆς αὐτοῦ
Do not wonder at this, because there comes an hour in which all those in the tombs will hear His voice,
29 καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως.
and they will come forth; those who did good things to a resurrection of life, and those who practiced evil things to a resurrection of judgment.
30 οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ᾽ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με (πατρός. *K*)
I am not able of Myself to do anything; according as I hear I judge, and My judgment is righteous, because I do not seek My own will, but the will of the Father who sent Me.
31 Ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·
If I testify concerning Myself, My testimony is not true;
32 ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ, καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία ἣν μαρτυρεῖ περὶ ἐμοῦ.
there is another who is testifying concerning Me, and I have known that the testimony that He testifies concerning Me is true;
33 ὑμεῖς ἀπεστάλκατε πρὸς Ἰωάννην, καὶ μεμαρτύρηκεν τῇ ἀληθείᾳ·
you have sent to John, and he has testified to the truth.
34 ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε.
But I do not receive testimony from man, but these things I say that you may be saved;
35 ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων, ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ.
he was the burning and shining lamp, and you willed to be glad, for an hour, in his light.
36 ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν (μείζω *N(k)O*) τοῦ Ἰωάννου· τὰ γὰρ ἔργα ἃ (δέδωκέν *N(k)O*) μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά, αὐτὰ τὰ ἔργα ἃ (ἐγὼ *k*) ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν.
But I have the testimony greater than John’s, for the works that the Father gave Me, that I might finish them, the works themselves that I do, they testify concerning Me, that the Father has sent Me.
37 καὶ ὁ πέμψας με πατὴρ (ἐκεῖνος *N(k)O*) μεμαρτύρηκεν περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε,
And the Father who sent Me has testified Himself concerning Me; you have neither heard His voice at any time, nor have you seen His appearance;
38 καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε.
and you do not have His word remaining in you, because you do not believe Him whom He sent.
39 ἐραυνᾶτε τὰς γραφάς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν· καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, (aiōnios g166)
You search the Writings, because you think in them to have continuous life, and these are they that are testifying concerning Me; (aiōnios g166)
40 καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε.
and you do not will to come to Me, that you may have life;
41 δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω·
I do not receive glory from man,
42 ἀλλ᾽ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς.
but I have known you, that you do not have the love of God in yourselves.
43 Ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήμψεσθε.
I have come in the Name of My Father, and you do not receive Me; if another may come in his own name, him you will receive;
44 Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀλλήλων λαμβάνοντες καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε;
how are you able—you—to believe, receiving glory from one another, and the glory that [is] from God alone you do not seek?
45 Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς εἰς ὃν ὑμεῖς ἠλπίκατε.
Do not think that I will accuse you to the Father; there is [one] who is accusing you, Moses—in whom you have hoped;
46 εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν.
for if you were believing Moses, you would have been believing Me, for he wrote concerning Me;
47 εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε, πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε;
but if you do not believe his writings, how will you believe My sayings?”

< Κατα Ιωαννην 5 >