< Κατα Ιωαννην 20 >
1 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
週的第一天,清晨,天還黑的時候,瑪利亞瑪達肋納來到墳墓那裏,看見石頭已從墓門挪開了。
2 τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς καὶ λέγει αὐτοῖς· ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.
於是她跑去見西滿伯多祿和耶穌所愛的那另一個門徒,對他們說:「有人從墳墓中把主搬走了,我們不知道他們把他放在那裡了。」
3 Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητὴς καὶ ἤρχοντο εἰς τὸ μνημεῖον·
伯多祿便和那另一個門徒出來,往墳墓那裏去了。
4 ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,
兩人一起跑,但那另一個門徒比伯多祿跑得快,先來到了墳墓那裏。
5 καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν.
他俯身看見放著的殮布,卻沒有進去。
6 Ἔρχεται οὖν (καὶ *no*) Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα
隨著他的西滿伯多祿也來到了,進了墳墓,看見了放著的殮布,
7 καὶ τὸ σουδάριον ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.
也看見耶穌頭上的那塊汗巾,不同殮布放在一起;而另在一處捲著。
8 Τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον καὶ εἶδεν καὶ ἐπίστευσεν·
那時,先來到墳墓的那個門徒,也進去了,一看見就相信了。
9 οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.
這是因為他們還不明白,耶穌必須從死者中復活的那段聖經。
10 ἀπῆλθον οὖν πάλιν πρὸς (αὐτοὺς *N(k)O*) οἱ μαθηταί.
然後兩個門徒又回到家裏去了。
11 Μαρία δὲ εἱστήκει πρὸς (τῷ μνημείῳ *N(k)O*) ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν, παρέκυψεν εἰς τὸ μνημεῖον,
瑪利亞卻站在墳墓外邊痛哭;她痛哭的時候,就俯身向墳墓裏面窺看,
12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.
見有兩位穿白衣的天使,坐在安放過耶穌遺體的地方:一位在頭部,一位在腳部。
13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· γύναι, τί κλαίεις; λέγει αὐτοῖς· ὅτι ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.
那兩位天使對她說: 「女人! 你哭什麼?」她答說: 「有人把我主搬走了,我不知道他們把他放在那裏了。」
14 (Καὶ *k*) ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι (ὁ *k*) Ἰησοῦς ἐστιν.
說了這話,就向後轉身,見耶耶穌站在那裡,卻不知道他就是耶穌。
15 λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ κἀγὼ αὐτὸν ἀρῶ.
耶穌向她說:「女人,妳哭什麼?你找誰?」她以為是園丁,就說:「先生,若是你把他搬走了,請告訴我,你把他放在那裏,我去取回他來。」
16 λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· (Μαριάμ. *N(k)O*) στραφεῖσα ἐκείνη λέγει αὐτῷ (Ἑβραϊστί· *NO*) ραββουνι, ὃ λέγεται, διδάσκαλε.
耶穌給她說:「瑪利亞! 」她便轉身用希伯來話對他說:「辣步尼!」就是說「師傅。」
17 λέγει αὐτῇ (ὁ *k*) Ἰησοῦς· μή μου ἅπτου· οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα (μου. *ko*) πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν.
耶穌向她說:「你別拉住我不放,因為我還沒有升到父那裏;你到我的弟兄那裏去,告訴他們::我升到我的父和你們的父那裏去,升到我的天主和你們的天主那裏去。」
18 Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ (ἀγγέλλουσα *N(k)O*) τοῖς μαθηταῖς ὅτι (ἑώρακα *N(K)O*) τὸν κύριον, καὶ ταῦτα εἶπεν αὐτῇ.
瑪利亞瑪達肋納就去告訴門徒說:「我見了主。」並報告了耶穌對她所說的那些話。
19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ (τῶν *k*) σαββάτων καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ (συνηγμένοι *K*) διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν.
正是那一週的第一天晚上,門徒所在的地方,因為怕猶太人,門戶都關著,耶穌來了,站在中間對他們說:「願你們平安!」
20 καὶ τοῦτο εἰπὼν ἔδειξεν (καὶ *O*) τὰς χεῖρας καὶ τὴν πλευρὰν (αὐτοῦ *k*) αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.
說了這話,便把手和肋膀指給他們看。門徒見了主,便喜歡起來。
21 Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν· εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατὴρ κἀγὼ κἀγὼ πέμπω ὑμᾶς.
耶穌又對他們說:「願你們平安! 就如父派遣了我,我也同樣派遣你們。」
22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· λάβετε πνεῦμα ἅγιον.
說了這話,就向他們噓了一口氣說:「你們領受聖神罷!
23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, (ἀφέωνται *N(k)O*) αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται.
你們赦免誰的罪,就給誰赦免;你們存留誰的,就給誰存留。」
24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα ὁ λεγόμενος Δίδυμος οὐκ ἦν μετ᾽ αὐτῶν ὅτε ἦλθεν (ὁ *k*) Ἰησοῦς.
十二人中的一個,號稱狄狄摩的多默,當耶穌來時,卻沒有和他們在一起。
25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.
別的門徒向他說:「我們看見了主。」但他對他們說:「我除非看見他手上的釘孔,用我的指頭,探入釘孔;用我的手,探入他的旁,我決不信。」
26 Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ᾽ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· εἰρήνη ὑμῖν.
八天以後,耶穌的門徒又在屋裏,多默也和他們在一起。門戶關著,耶穌來了,站在中間說:「願你們平安! 」
27 εἶτα λέγει τῷ Θωμᾷ· φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός.
然後對多默說:「把你的指頭伸到這裏來,看看我的手罷! 並伸過你的手來,探入我的肋旁,不要作無信的人,但要作個有信德的人。」
28 (Καὶ *k*) ἀπεκρίθη (ὁ *k*) Θωμᾶς καὶ εἶπεν αὐτῷ· ὁ κύριός μου καὶ ὁ θεός μου.
多默回答說:「我主! 我天主! 」
29 λέγει αὐτῷ ὁ Ἰησοῦς· ὅτι ἑώρακάς με (Θωμᾷ *k*) πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.
耶穌對他說:「因為你看見了我,才相信嗎?那些沒有看見而相信的,才是有福的!」
30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦ ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ.
耶穌在門徒前還行了許多其他的神跡,沒有記在這部書上。
31 ταῦτα δὲ γέγραπται ἵνα (πιστεύσητε *NK(o)*) ὅτι (ὁ *k*) Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.
這些所記錄的,是為叫你們相信耶穌是默西亞,天主子;並使你們信的人,賴他的名獲得生命。