< Κατα Ιωαννην 2 >

1 Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ·
And on the third day there was a feast in Cana, a city of Galilee: and the mother of Jesus was there.
2 ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον.
And also Jesus and his disciples were invited to the feast.
3 καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσιν.
And the wine fell short: and his mother said to Jesus: They have no wine.
4 (καὶ *no*) λέγει αὐτῇ ὁ Ἰησοῦς· τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου.
Jesus said to her: What is in common to me and thee? Not yet hath my hour come.
5 λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· (ὅ τι *NK(o)*) ἂν λέγῃ ὑμῖν, ποιήσατε.
His mother said to the waiters: Whatever he saith to you, do it.
6 ἦσαν δὲ ἐκεῖ λίθιναι ὑδρίαι ἓξ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
And there were there six waterpots of stone, set for the purification of Jews, containing each two or three quadrantalia.
7 λέγει αὐτοῖς ὁ Ἰησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
Jesus said to them: Fill those water-pots with water. And they filled them to the top.
8 καὶ λέγει αὐτοῖς· ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ. (οἱ *no*) (δὲ *N(k)O*) ἤνεγκαν.
He said to them: Draw now, and carry to the master of the feast. And they carried.
9 ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος
And when the master of the feast tasted the water that had become wine, and did not know whence it came, (although the waiters knew, as they had filled the pots with water, ) the master of the feast called the bridegroom,
10 καὶ λέγει αὐτῷ· πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν μεθυσθῶσιν (τότε, *ko*) τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι.
and said to him: Every man first bringeth forward the good wine, and when they are satiated, then that which is inferior; but thou hast kept the good wine till now.
11 ταύτην ἐποίησεν (τὴν *k*) ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ.
This is the first sign, which Jesus wrought at Cana in Galilee, and manifested his glory: and his disciples believed on him.
12 Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας.
Afterwards he went down to Capernaum, he and his mother and his brothers and his disciples; and they were there a few days.
13 Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς.
And the pass over of the Jews drew near; and Jesus went up to Jerusalem.
14 καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους,
And he found in the temple those who sold beeves and sheep and doves, and the money-changers sitting there.
15 καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν (τὸ κέρμα, *NK(o)*) καὶ τὰς τραπέζας (ἀνέτρεψεν, *N(k)O*)
And he made himself a whip from a cord, and turned them all out of the temple, and the sheep and the beeves and the money-changers; and he poured out their money, and overset their tables:
16 καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου.
and he said to them that sold doves, Take away these things; and make not my Father's house a house of traffic.
17 ἐμνήσθησαν (δὲ *k*) οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· ὁ ζῆλος τοῦ οἴκου σου (καταφάγεταί *N(k)O*) με.
And his disciples remembered, that it is written: The zeal of thy house hath devoured me.
18 ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς;
But the Jews replied, and said to him: What sign showest thou to us, since thou doest these things?
19 Ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν.
Jesus answered, and said to them: Demolish this temple, and in three days I will again erect it.
20 εἶπαν οὖν οἱ Ἰουδαῖοι· τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν;
The Jews said to him: Forty and six years, this temple was building; and wilt thou build it again in three days?
21 ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ.
But he spake of the temple of his body.
22 ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν (αὐτοῖς, *k*) καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ (ὃν *N(k)O*) εἶπεν ὁ Ἰησοῦς.
And when he was arisen from the dead, his disciples remembered, that he spoke this: and they believed the scriptures, and the word that Jesus spake.
23 Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει.
And while Jesus was in Jerusalem, at the feast of the passover, many believed on him, because they saw the signs he wrought.
24 αὐτὸς δὲ (ὁ *k*) Ἰησοῦς οὐκ ἐπίστευεν (αὐτὸν *N(k)O*) αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας
But Jesus did not confide himself to them; because he knew all men:
25 καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου· αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ.
And he needed not that any one should testify to him respecting any man; for he himself knew what is in man.

< Κατα Ιωαννην 2 >