< Κατα Ιωαννην 18 >

1 Ταῦτα εἰπὼν (ὁ *ko*) Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου (τοῦ *N(k)O*) Κεδρὼν ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ.
When Jesus had spoken these words, he went forth with his disciples over the brook Kedron, where was a garden, into which he entered, and his disciples.
2 ἤιδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον, ὅτι πολλάκις συνήχθη (ὁ *ko*) Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ.
And Judas also, who betrayed him, knew the place: for Jesus often resorted thither with his disciples.
3 Ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων.
Judas then, having received a band [of men] and officers from the chief priests and Pharisees, cometh thither with lanterns, and torches, and weapons.
4 Ἰησοῦς (οὖν *NK(o)*) εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ᾽ αὐτὸν (ἐξῆλθεν *N(k)O*) (καὶ *no*) (λέγει *N(k)O*) αὐτοῖς· τίνα ζητεῖτε;
Jesus therefore, knowing all things that were coming upon him, went forth, and said to them, Whom seek ye?
5 ἀπεκρίθησαν αὐτῷ· Ἰησοῦν τὸν Ναζωραῖον. λέγει αὐτοῖς (ὁ *ko*) (Ἰησοῦς· *KO*) ἐγώ εἰμι. εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ᾽ αὐτῶν.
They answered him, Jesus of Nazareth. Jesus saith to them, I am [he]. And Judas also, who betrayed him, stood with them.
6 ὡς οὖν εἶπεν αὐτοῖς (ὅτι· *k*) ἐγώ εἰμι, ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί.
As soon then as he had said to them, I am [he], they went backward, and fell to the ground.
7 Πάλιν οὖν ἐπηρώτησεν αὐτούς· τίνα ζητεῖτε; οἱ δὲ εἶπαν· Ἰησοῦν τὸν Ναζωραῖον.
Then he asked them again, Whom seek ye? And they said, Jesus of Nazareth.
8 ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς· εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι. εἰ οὖν ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν·
Jesus answered, I have told you that I am [he]: If therefore ye seek me, let these go away:
9 ἵνα πληρωθῇ ὁ λόγος ὃν εἶπεν ὅτι οὓς δέδωκάς μοι οὐκ ἀπώλεσα ἐξ αὐτῶν οὐδένα.
That the saying might be fulfilled which he spoke, Of them whom thou gavest to me, I have lost none.
10 Σίμων οὖν Πέτρος ἔχων μάχαιραν εἵλκυσεν αὐτὴν καὶ ἔπαισεν τὸν τοῦ ἀρχιερέως δοῦλον καὶ ἀπέκοψεν αὐτοῦ τὸ (ὠτάριον *N(k)O*) τὸ δεξιόν· ἦν δὲ ὄνομα τῷ δούλῳ Μάλχος.
Then Simon Peter, having a sword, drew it, and smote the servant of the high priest, and cut off his right ear. The servant's name was Malchus.
11 Εἶπεν οὖν ὁ Ἰησοῦς τῷ Πέτρῳ· βάλε τὴν μάχαιραν (σου *k*) εἰς τὴν θήκην. τὸ ποτήριον ὃ δέδωκέν μοι ὁ πατὴρ οὐ μὴ πίω αὐτό;
Then said Jesus to Peter, Put up thy sword into the sheath: the cup which my Father hath given me, shall I not drink it?
12 Ἡ οὖν σπεῖρα καὶ ὁ χιλίαρχος καὶ οἱ ὑπηρέται τῶν Ἰουδαίων συνέλαβον τὸν Ἰησοῦν καὶ ἔδησαν αὐτὸν
Then the band, and the captain, and officers of the Jews took Jesus, and bound him,
13 καὶ (ἤγαγον *N(k)O*) (αὐτὸν *k*) πρὸς Ἅνναν πρῶτον· ἦν γὰρ πενθερὸς τοῦ Καϊάφα ὃς ἦν ἀρχιερεὺς τοῦ ἐνιαυτοῦ ἐκείνου.
And led him away to Annas first, (for he was father-in-law to Caiaphas, who was the high priest that same year.)
14 ἦν δὲ Καϊάφας ὁ συμβουλεύσας τοῖς Ἰουδαίοις ὅτι συμφέρει ἕνα ἄνθρωπον (ἀποθανεῖν *N(k)O*) ὑπὲρ τοῦ λαοῦ.
Now Caiaphas was he who gave counsel to the Jews, that it was expedient that one man should die for the people.
15 Ἠκολούθει δὲ τῷ Ἰησοῦ Σίμων Πέτρος καὶ (ὁ *ko*) ἄλλος μαθητής. ὁ δὲ μαθητὴς ἐκεῖνος ἦν γνωστὸς τῷ ἀρχιερεῖ καὶ συνεισῆλθεν τῷ Ἰησοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως.
And Simon Peter followed Jesus, and [so did] another disciple. That disciple was known to the high priest, and went in with Jesus into the palace of the high priest.
16 Ὁ δὲ Πέτρος εἱστήκει πρὸς τῇ θύρᾳ ἔξω. ἐξῆλθεν οὖν ὁ μαθητὴς ὁ ἄλλος (ὁ *N(k)O*) (ἦν *k*) γνωστὸς (τοῦ ἀρχιερέως *N(k)O*) καὶ εἶπεν τῇ θυρωρῷ καὶ εἰσήγαγεν τὸν Πέτρον.
But Peter stood at the door without. Then went out that other disciple who was known to the high priest, and spoke to her that kept the door, and brought in Peter.
17 λέγει οὖν τῷ Πέτρῳ ἡ παιδίσκη ἡ θυρωρός· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν εἶ τοῦ ἀνθρώπου τούτου; λέγει ἐκεῖνος· οὐκ εἰμί.
Then saith the damsel that kept the door to Peter, Art not thou also [one] of this man's disciples? He saith, I am not.
18 εἱστήκεισαν δὲ οἱ δοῦλοι καὶ οἱ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο· ἦν δὲ (καὶ *no*) ὁ Πέτρος μετ᾽ αὐτῶν ἑστὼς καὶ θερμαινόμενος.
And the servants and officers stood there, who had made a fire of coals; (for it was cold) and they warmed themselves: and Peter stood with them, and warmed himself.
19 Ὁ οὖν ἀρχιερεὺς ἠρώτησεν τὸν Ἰησοῦν περὶ τῶν μαθητῶν αὐτοῦ καὶ περὶ τῆς διδαχῆς αὐτοῦ.
The high priest then asked Jesus concerning his disciples, and concerning his doctrine.
20 ἀπεκρίθη αὐτῷ (ὁ *k*) Ἰησοῦς· ἐγὼ παρρησίᾳ (λελάληκα *N(k)O*) τῷ κόσμῳ. ἐγὼ πάντοτε ἐδίδαξα ἐν (τῇ *k*) συναγωγῇ καὶ ἐν τῷ ἱερῷ ὅπου (πάντες *N(K)O*) οἱ Ἰουδαῖοι συνέρχονται, καὶ ἐν κρυπτῷ ἐλάλησα οὐδέν.
Jesus answered him, I spoke openly to the world; I ever taught in the synagogue and in the temple, whither the Jews always resort; and in secret have I said nothing.
21 τί με (ἐρωτᾷς; ἐρώτησον *N(k)O*) τοὺς ἀκηκοότας τί ἐλάλησα αὐτοῖς. ἴδε οὗτοι οἴδασιν ἃ εἶπον ἐγώ.
Why dost thou ask me? ask them who heard me, what I have said to them: behold, they know what I have said.
22 ταῦτα δὲ αὐτοῦ εἰπόντος εἷς παρεστηκὼς τῶν ὑπηρετῶν ἔδωκεν ῥάπισμα τῷ Ἰησοῦ εἰπών· οὕτως ἀποκρίνῃ τῷ ἀρχιερεῖ;
And when he had thus spoken, one of the officers who stood by, struck Jesus with the palm of his hand, saying, Answerest thou the high priest so?
23 ἀπεκρίθη αὐτῷ (ὁ *k*) Ἰησοῦς· εἰ κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις;
Jesus answered him, If I have spoken evil, bear testimony of the evil: but if well, why smitest thou me?
24 Ἀπέστειλεν οὖν αὐτὸν ὁ Ἅννας δεδεμένον πρὸς Καϊάφαν τὸν ἀρχιερέα.
(Now Annas had sent him bound to Caiaphas the high priest.)
25 ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος. εἶπον οὖν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ; ἠρνήσατο (οὖν *O*) ἐκεῖνος καὶ εἶπεν· οὐκ εἰμί.
And Simon Peter stood and warmed himself. They said therefore to him, Art not thou also [one] of his disciples? He denied [it], and said, I am not.
26 λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον· οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ᾽ αὐτοῦ;
One of the servants of the high priest (being the kinsman of him whose ear Peter cut off) saith, Did not I see thee in the garden with him?
27 πάλιν οὖν ἠρνήσατο (ὁ *k*) Πέτρος, καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
Peter then denied again, and immediately the cock crowed.
28 Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον· ἦν δὲ (πρωΐ. *N(k)O*) καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα μὴ μιανθῶσιν ἀλλὰ (ἵνα *K*) φάγωσιν τὸ πάσχα.
Then they led Jesus from Caiaphas to the hall of judgment: and it was early; and they themselves went not into the judgment-hall, lest they should be defiled; but that they might eat the passover.
29 ἐξῆλθεν οὖν ὁ Πιλᾶτος (ἔξω *NO*) πρὸς αὐτοὺς καὶ (φησίν· *N(k)O*) τίνα κατηγορίαν φέρετε κατὰ τοῦ ἀνθρώπου τούτου;
Pilate then went out to them, and said, What accusation bring ye against this man?
30 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· εἰ μὴ ἦν οὗτος (κακὸν *N(K)O*) (ποιῶν, *N(k)O*) οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν.
They answered and said to him, If he were not a malefactor, we would not have delivered him up to thee.
31 εἶπεν οὖν αὐτοῖς ὁ Πιλᾶτος· λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε αὐτόν. εἶπον (οὖν *KO*) αὐτῷ οἱ Ἰουδαῖοι· ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα·
Then said Pilate to them, Take ye him, and judge him according to your law. The Jews therefore said to him, It is not lawful for us to put any man to death:
32 ἵνα ὁ λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.
That the saying of Jesus might be fulfilled, which he spoke, signifying what death he should die.
33 Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ· σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων;
Then Pilate entered into the judgment-hall again, and called Jesus, and said to him, Art thou the King of the Jews?
34 ἀπεκρίθη (αὐτῷ ὁ *k*) Ἰησοῦς· ἀπὸ (σεαυτοῦ *N(k)O*) σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ;
Jesus answered him, Sayest thou this thing from thyself, or did others tell it thee concerning me?
35 ἀπεκρίθη ὁ Πιλᾶτος· μήτι ἐγὼ Ἰουδαῖός εἰμι; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί· τί ἐποίησας;
Pilate answered, Am I a Jew? Thy own nation, and the chief priests, have delivered thee to me: What hast thou done?
36 Ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς· ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου· εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἂν ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις· νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν.
Jesus answered, My kingdom is not of this world: if my kingdom were of this world, then would my servants fight, that I should not be delivered to the Jews: but now is my kingdom not from hence.
37 Εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος· οὐκοῦν βασιλεὺς εἶ σύ; ἀπεκρίθη ὁ Ἰησοῦς· σὺ λέγεις ὅτι βασιλεύς εἰμι (ἐγώ. *k*) ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ. πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς.
Pilate therefore said to him, Art thou a King then? Jesus answered, Thou sayest that I am a King. To this end was I born, and for this cause came I into the world, that I should testify to the truth. Every one that is of the truth heareth my voice.
38 Λέγει αὐτῷ ὁ Πιλᾶτος· τί ἐστιν ἀλήθεια; καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους καὶ λέγει αὐτοῖς· ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν.
Pilate saith to him, What is truth? And when he had said this, he went out again to the Jews, and saith to them, I find in him no fault.
39 ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα· βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων;
But ye have a custom that I should release to you one at the passover: will ye therefore that I release to you the King of the Jews?
40 ἐκραύγασαν οὖν πάλιν (πάντες *ko*) λέγοντες· μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν· ἦν δὲ ὁ Βαραββᾶς λῃστής.
Then they all cried again, saying, Not this man, but Barabbas. Now Barabbas was a robber.

< Κατα Ιωαννην 18 >