< Κατα Ιωαννην 15 >

1 Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν.
I am the true vine, and my Father is the husbandman.
2 πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό, καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ.
[As to] every branch in me not bearing fruit, he takes it away; and [as to] every one bearing fruit, he purges it that it may bring forth more fruit.
3 ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν.
Ye are already clean by reason of the word which I have spoken to you.
4 μείνατε ἐν ἐμοὶ κἀγὼ κἀγὼ ἐν ὑμῖν. καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ᾽ ἑαυτοῦ ἐὰν μὴ (μένῃ *N(k)O*) ἐν τῇ ἀμπέλῳ, οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ (μένητε. *N(k)O*)
Abide in me and I in you. As the branch cannot bear fruit of itself unless it abide in the vine, thus neither [can] ye unless ye abide in me.
5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν· ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.
I am the vine, ye [are] the branches. He that abides in me and I in him, he bears much fruit; for without me ye can do nothing.
6 ἐὰν μή τις (μένῃ *N(k)O*) ἐν ἐμοί, ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη, καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν, καὶ καίεται.
Unless any one abide in me he is cast out as the branch, and is dried up; and they gather them and cast them into the fire, and they are burned.
7 ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ, ὃ ἐὰν θέλητε (αἰτήσασθε, *N(k)O*) καὶ γενήσεται ὑμῖν.
If ye abide in me, and my words abide in you, ye shall ask what ye will and it shall come to pass to you.
8 ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου, ἵνα καρπὸν πολὺν φέρητε καὶ (γένησθε *N(k)O*) ἐμοὶ μαθηταί.
In this is my Father glorified, that ye bear much fruit, and ye shall become disciples of mine.
9 καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ κἀγὼ ὑμᾶς ἠγάπησα· μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
As the Father has loved me, I also have loved you: abide in my love.
10 ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
If ye shall keep my commandments, ye shall abide in my love, as I have kept my Father's commandments and abide in his love.
11 Ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν (ᾖ *N(K)O*) καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
I have spoken these things to you that my joy may be in you, and your joy be full.
12 αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς.
This is my commandment, that ye love one another, as I have loved you.
13 μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.
No one has greater love than this, that one should lay down his life for his friends.
14 ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε (ἃ *n(o)*) (ὅσα *K*) ἐγὼ ἐντέλλομαι ὑμῖν.
Ye are my friends if ye practise whatever I command you.
15 οὐκέτι οὐκέτι λέγω ὑμᾶς δούλους, ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος· ὑμᾶς δὲ εἴρηκα φίλους, ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν.
I call you no longer bondmen, for the bondman does not know what his master is doing; but I have called you friends, for all things which I have heard of my Father I have made known to you.
16 Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε, καὶ ὁ καρπὸς ὑμῶν μένῃ· ἵνα (ὅ τι *NK(o)*) ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δῷ ὑμῖν.
Ye have not chosen me, but I have chosen you, and have set you that ye should go and [that] ye should bear fruit, and [that] your fruit should abide, that whatsoever ye shall ask the Father in my name he may give you.
17 Ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους.
These things I command you, that ye love one another.
18 εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν.
If the world hate you, know that it has hated me before you.
19 εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος.
If ye were of the world, the world would love its own; but because ye are not of the world, but I have chosen you out of the world, on account of this the world hates you.
20 μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν καὶ τὸν ὑμέτερον τηρήσουσιν.
Remember the word which I said unto you, The bondman is not greater than his master. If they have persecuted me, they will also persecute you; if they have kept my word, they will keep also yours.
21 ἀλλὰ ταῦτα πάντα ποιήσουσιν (εἰς *no*) (ὑμᾶς *N(k)O*) διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με.
But they will do all these things to you on account of my name, because they have not known him that sent me.
22 Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν.
If I had not come and spoken to them, they had not had sin; but now they have no excuse for their sin.
23 ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ.
He that hates me hates also my Father.
24 εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος (ἐποίησεν, *N(k)O*) ἁμαρτίαν οὐκ εἴχοσαν· νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου·
If I had not done among them the works which no other one has done, they had not had sin; but now they have both seen and hated both me and my Father.
25 ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι ἐμίσησάν με δωρεάν.
But that the word written in their law might be fulfilled, They hated me without a cause.
26 Ὅταν (δὲ *ko*) ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·
But when the Comforter is come, whom I will send to you from the Father, the Spirit of truth who goes forth from with the Father, he shall bear witness concerning me;
27 καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε.
and ye too bear witness, because ye are with me from [the] beginning.

< Κατα Ιωαννην 15 >