< Κατα Ιωαννην 1 >

1 Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
ni mumla itre a he u tre he ni ba chi u tre a hi bachi
2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
iwayi a he rji ni mumla ni bachi
3 πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
koge ba tie ni wa wuti ba na tie kpe ri na sei ni wawuyi
4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,
ni uahi nou ivri he u viri a ka tie ipan ni indi wawu
5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
ipan a lan ni mi bwu i bwu na ka ipan na
6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
indi ri he wa bachi ton ndu wa ba yo di yahaya
7 οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
aye toh na hla tre ikpan ni ndu indi wawu kpa yenme ni tu ma
8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
a na yahaya ahi kpan na ama ndu ye toh kpan na hla
9 ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
ikpan i njanji wa a no kpan ni indi wawu ani ye ni gbungbula
10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
a he ni gbungbulu yi ba mei gbungbulu ni tuma indi bi gbungbulu bana toh na
11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
aye ni bama u bima bana kpaa na
12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
abi wa ba kpa na kpayenme ni indi ma abiki migen ano ba ikon ndu ba yo ba tie imiri rji
13 οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
wa ba na grji ni kon irji u yina ana nitie u kpa na ana tie u ndi na a hi tie rji
14 καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
ilan tre ka tie nma kpa na son mi mi buu wa aye rji ni irji na sh ni iko ni njaji
15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν (ὃν εἶπον· *NK(o)*) ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
yahaya a hla ni tu ma da ni yo indi kpan kpan me nanihla ahe wayi i mi tre indi wa ani ye ni kogon mu a za me a he ri mi ka ye
16 (ὅτι *N(K)O*) ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.
ni tsara ma yi kikpa alheri ni tu alheri
17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
doka tre yi ye rji ni musa alheri ni njaji baye rji nikonyesu Amasihu
18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· (ὁ *ko*) μονογενὴς (θεὸς *N(K)O*) ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
ba iton wa idiori taba sa shishi ni irji indi wa ahi wawu yi kangrjima a hi nji iwa a kuyer ni kbu bachi rji wawuyi tsro u
19 καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν (πρὸς αὐτὸν *no*) οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;
yahudawa ba lude ton ba ni firistici ni lawiyawa he niwu ni ni tu ba son miyen ahi wu nhan?
20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
wa nhla ni bawu gerger ana kpa tron na wa si sa bawu adie ana imeyi me Almasihu na
21 Καὶ ἠρώτησαν αὐτόν· τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ.
u ba miyen a hi wu nahn? ahi wu yi iliya? iwa tisan ana mena u tra ahi wuyi wu anabi? wa ti san aa
22 εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
ba miyenu a hi wu nha ki son ki hi hla ni biwa ba ton ta? u hla ta wu di geri ni tu me?
23 ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν κυρίου· καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
wa hla mi lantre wa a bi tie ni kon irji nawa wandi anabi ishaya hla a
24 καὶ (οἱ *k*) ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων
bandi waba ton ba rji tarisawa ba he niba u ba miyen andi
25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς (οὐδὲ *N(k)O*) Ἠλίας (οὐδὲ *N(k)O*) ὁ προφήτης;
u ge mba sa u yin btsima ise una Almasihuna u na iliyana ko annabin?
26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος (δὲ *k*) ὑμῶν (ἕστηκεν *NK(o)*) ὃν ὑμεῖς οὐκ οἴδατε,
yahaya se tre a bawu andi mi yi batsima ni ma indi ri k rli ni mibi wa bina toh na
27 (αὐτός ἐστιν *k*) ὁ ὀπίσω μου ἐρχόμενος, (ὃς ἔμπροσθέν μου γέγονεν· *K*) οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
wawu yi ni ye ni kogon wa rjirji lagban ma nii kuyiron wa mi siwua
28 ταῦτα ἐν (Βηθανίᾳ *N(k)O*) ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν (ὁ *no*) Ἰωάννης βαπτίζων.
kpi biyi ni Bethany u ngbala rima u Jordan wa Yahaya a sia ti batisma mble
29 Τῇ ἐπαύριον βλέπει (ὁ Ἰωάννης *k*) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
ni bele ni virima yahaya toh yesu niwa natre yamba ige vreb nkrju irji iwa aban lah tre gbungbulua
30 οὗτός ἐστιν (ὑπὲρ *N(k)O*) οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν.
iwayi ahi iwa mi bla ni yiwu ndi ndi wa asiye a zanme ahe guci nimu
31 κἀγὼ κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν (τῷ *k*) ὕδατι βαπτίζων.
mina toh na ama bana hla tsre ilawa ye miye ni yi batisma ni ma
32 καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον (ὡς *N(k)O*) περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.
yahaya shedai andi mi toh ruhu asi grji na ingyu da ye niwu nituma
33 κἀγὼ κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
mina gani niwu na indi wa a tih me miyi batsima ni mima a hla nimu ko ahi nhan u toh ruhu a grji kuson niwu nituma ahi wawu yi a yin batisna ni ruhu u nja ji
34 κἀγὼ κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ (υἱὸς *NK(O)*) τοῦ θεοῦ.
mitoh ni sheda ahi wawuyi vrena rji
35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
kan vi nibela u ha ma u yahaya a kri ni hari ni mi almajeran ma
36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
u ba toh yesu a ka vuyaba ni hi u yahaya atre toh ba inge vren krju irji
37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
u almajeran ma hari bawo naki da luwu yesu
38 Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββί, ὃ λέγεται (μεθερμηνευόμενον *N(k)O*) διδάσκαλε, ποῦ μένεις;
u yesu kban ya da toh basiwu u wa a miye a ge bi son? u ba yo rabbi andi lu soro ni tseyi
39 λέγει αὐτοῖς· ἔρχεσθε καὶ (ὄψεσθε. *N(k)O*) ἦλθαν (οὖν *NO*) καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα (δέ *k*) ἦν ὡς δεκάτη.
a hla bawu ye ni ye toh ubaye na ye toh bubu wa ani son u ba ka kuson niwu che chuku ni karfi wollon
40 ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
iri ni miba biwa ba wo tre yahaya hi androwus vayi siman Bitrus
41 Εὑρίσκει οὗτος (πρῶτον *N(k)O*) τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον (ὅ *k*) χριστός.
a lude da wa vayi ma simanna hla niwu ki ka toh Almasihu
42 (καὶ *k*) ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας (δὲ *k*) αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς (Ἰωάννου· *N(K)O*) σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
a nji ye ni yesu yesu ya da tre ahi wuyi u siman ivren yahaya? ba yo di kefas
43 Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι.
ni vikima wa yesu luni shirin u kugon hi nigalili u waka toh filibus da hla niwu luhume
44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
Filibus ivren i jiji baitsida gbu ba andrawus ni bitrus
45 Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν (τὸν *ko*) υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
filibus ka same ni nata na ilu da hla niwu ki same niwu wa musa a nhan yo nimi attaura ni annabawa yesu ivren yusufu ba nazarat
46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ (ὁ *no*) Φίλιππος· ἔρχου καὶ ἴδε.
natan ilu a hla niwu ba ya na fe kperi u ndi ndi ma ni Nazarat? filibus tre ye ni ye toh
47 Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
u yesu a toh matana ilu si ye niwa u wa tre tre nituma toh ba isra ilyi wa ana mirtan indi na he niwuana
48 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
natana u lu miyen u tie ni he mba ni toh me? u yesu a hla niwu mi toh ri u filibus yo u niwa a son ni chin mbuwa
49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ (καὶ λέγει· *k*) ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ (ὁ *k*) βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
natana ilu yo ni rabbi u vren irji u chu israila ko
50 Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι (ὅτι *no*) εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
yesu tre ni wa ni hla ndi me toh u ni chin mbuwa a kpayenme? u toh kpii wa ba nawayi babran
51 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν (ἀπ᾽ ἄρτι, *K*) ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.
na hla njajimu njaji misi hla niwu utoh shulu bwu kri wuho malaku irjii ba si hon nani grji nitu vren indi

< Κατα Ιωαννην 1 >