< Ιακωβου 4 >
1 Πόθεν πόλεμοι καὶ (πόθεν *no*) μάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;
2 ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε· οὐκ ἔχετε (δὲ *k*) διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς·
3 αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε.
4 (μοιχοὶ καὶ *K*) μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς (ἐὰν *N(k)O*) οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.
5 ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει; πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ (κατῴκισεν *N(k)O*) ἐν ἡμῖν,
6 μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν.
7 ὑποτάγητε οὖν τῷ θεῷ. ἀντίστητε (δὲ *no*) τῷ διαβόλῳ καὶ φεύξεται ἀφ᾽ ὑμῶν,
8 ἐγγίσατε τῷ θεῷ καὶ ἐγγιεῖ ὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι.
9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος (μετατραπήτω *N(k)O*) καὶ ἡ χαρὰ εἰς κατήφειαν.
10 ταπεινώθητε ἐνώπιον (τοῦ *ko*) κυρίου καὶ ὑψώσει ὑμᾶς.
11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ (ἢ *N(k)O*) κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής.
12 εἷς ἐστιν ὁ νομοθέτης (καὶ κριτὴς *NO*) ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ (δὲ *no*) τίς εἶ (ὁ κρίνων *N(k)O*) τὸν (πλησίον; *N(K)O*)
13 Ἄγε νῦν οἱ λέγοντες· σήμερον (ἢ *N(k)O*) αὔριον (πορευσόμεθα *N(k)O*) εἰς τήνδε τὴν πόλιν καὶ (ποιήσομεν *N(k)O*) ἐκεῖ ἐνιαυτὸν (ἕνα *K*) καὶ (ἐμπορευσόμεθα *N(k)O*) καὶ (κερδήσομεν· *N(k)O*)
14 οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία (γὰρ *ko*) ἡ ζωὴ ὑμῶν. ἀτμὶς γάρ (ἐστε *N(K)(o)*) ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα (δὲ *k*) καὶ ἀφανιζομένη·
15 ἀντὶ τοῦ λέγειν ὑμᾶς· ἐὰν ὁ κύριος (θελήσῃ *NK(o)*) καὶ (ζήσομεν *N(k)O*) καὶ (ποιήσομεν *N(k)O*) τοῦτο ἢ ἐκεῖνο.
16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν.
17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.