< Ιακωβου 1 >
1 Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
James, a servant of God and of the Lord Jesus Christ, to the twelve tribes who are in the dispersion: Greetings!
2 Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
Count [it] all joy, my brothers, when you may fall into manifold temptations,
3 γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
knowing that the proof of your faith works endurance,
4 ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι ἐν μηδενὶ λειπόμενοι.
and let the endurance have a perfect work, that you may be perfect and complete, lacking in nothing.
5 εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ (μὴ *NK(o)*) ὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ.
And if any of you lacks wisdom, let him ask from God, who is giving to all generously, and not reproaching, and it will be given to him;
6 αἰτείτω δὲ ἐν πίστει μηδὲν διακρινόμενος· ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ.
but let him ask in faith, doubting nothing, for he who is doubting has been like a wave of the sea, driven by wind and tossed;
7 μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου·
for do not let that man suppose that he will receive anything from the LORD—
8 ἀνὴρ δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
a soul-split man [is] unstable in all his ways.
9 καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
And let the brother who is low rejoice in his exaltation,
10 ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
but the rich in his becoming low, because he will pass away as a flower of grass;
11 ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
for the sun rose with the burning heat, and withered the grass, and the flower of it fell, and the beauty of its appearance perished, so also the rich in his way will fade away!
12 μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς ὃν ἐπηγγείλατο (ὁ κύριος *K*) τοῖς ἀγαπῶσιν αὐτόν.
Blessed [is] the man who endures temptation, because, becoming approved, he will receive the garland of life, which the LORD promised to those loving Him.
13 Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ (τοῦ *k*) θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα·
Let no one who is being tempted say, “I am tempted from God,” for God is not tempted by evils, and Himself tempts no one,
14 ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
but each one is tempted, being led away and enticed by his own desires;
15 εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
afterward the desire having conceived, gives birth to sin, and sin having been perfected, brings forth death.
16 Μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί·
Do not be led astray, my beloved brothers.
17 πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων παρ᾽ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
Every good giving, and every perfect gift, is from above, coming down from the Father of lights, with whom is no variation, or shadow of turning;
18 βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
having willed [it], He begot us with a word of truth, for our being a certain first-fruit of His creatures.
19 (Ἴστε, *N(K)O*) ἀδελφοί μου ἀγαπητοί· ἔστω (δὲ *no*) πᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν.
So then, my beloved brothers, let every man be swift to hear, slow to speak, slow to anger,
20 ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ οὐκ (ἐργάζεται. *N(k)O*)
for the wrath of a man does not work the righteousness of God;
21 διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
for this reason, having put aside all filthiness and superabundance of evil, receive the implanted word in meekness, that is able to save your souls;
22 Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ μόνον ἀκροαταὶ παραλογιζόμενοι ἑαυτούς.
and become doers of the word, and not hearers only, deceiving yourselves,
23 ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ·
because, if anyone is a hearer of the word and not a doer, this one has been like to a man viewing his natural face in a mirror,
24 κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
for he viewed himself, and has gone away, and immediately he forgot what kind of [man] he was;
25 ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, (οὗτος *k*) οὐκ ἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
but he who looked into [the] perfect law—that of liberty, and continued there, not becoming a forgetful hearer, but a doer of work—this one will be blessed in his doing.
26 Εἴ τις δοκεῖ θρησκὸς εἶναι (ἐν ὑμῖν *K*) μὴ χαλιναγωγῶν γλῶσσαν (αὐτοῦ *NK(o)*) ἀλλ᾽ ἀπατῶν καρδίαν (αὐτοῦ, *NK(o)*) τούτου μάταιος ἡ θρησκεία.
If anyone thinks to be religious among you, not bridling his tongue, but deceiving his heart, the religion of this one [is] vain;
27 θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ τῷ θεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.
religion pure and undefiled with the God and Father is this: to look after orphans and widows in their tribulation—to keep himself unspotted from the world.